Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ταύτην δὴ τὴν τιμὴν ἐκθειάσαντες οἱ παῖδες τὸν πατέρα ἐπανῆλθον ἐς τὰ βασίλεια. ἐξ ἐκείνου δὲ ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουν τε καὶ ἐπεβούλευον: πάντα τε ἔπραττεν ἑκάτερος πειρώμενος τὸν ἀδελφὸν ἀποσκευάσασθαι ἐς αὑτόν τε μόνον περιαγαγεῖν

τὴν ἀρχήν. ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, ὅσοι ἐν ἀξιώσει ἢ τιμῇ τινὶ ἦσαν κατὰ τὴν πόλιν: ἰδίᾳ γὰρ αὐτῶν ἑκάτερος ἐπέστελλέ τε λανθάνων καὶ ᾠκειοῦτο, μεγάλαις ὑποσχέσεσι πρὸς αὑτὸν ἀνθέλκων. καὶ τό γε πλεῖστον μέρος ἐς τὸν Γέταν ἔβλεπε: φαντασίαν γάρ τινα ἐπιεικείας ἐπεδείκνυτο, μέτριόν τε καὶ πρᾶον ἑαυτὸν τοῖς προσιοῦσι παρεῖχεν,

ἐπιτηδεύμασί τε σπουδαιοτέροις ἐχρῆτο, προσιέμενός τε τοὺς ἐπὶ παιδείᾳ ἐπαινουμένους, ἐσπουδακώς τε περὶ παλαίστραν καὶ γυμνάσια ἐλεύθερα: χρηστός τε ὢν καὶ φιλάνθρωπος τοῖς συνοῦσι, φήμῃ καὶ δόξῃ ἀρίστῃ πλείους ἐς εὔνοιαν καὶ φιλίαν προυκαλεῖτο. ὁ δ̓ Ἀντωνῖνος ἐμβριθῶς τὰ πάντα καὶ θυμοειδῶς

ἔπραττε, πολὺ δὲ ἀπάγων ἑαυτὸν τῶν προειρημένων στρατιωτικοῦ τε καὶ πολεμικοῦ βίου ἐραστὴς εἶναι προσεποιεῖτο: ὀργῇ τε πάντα πράττων, καὶ ἀπειλῶν μᾶλλον ἢ πείθων, φόβῳ καὶ οὐκ εὐνοίᾳ φίλους ἐκτᾶτο. ὡς στασιάζοντας δὲ τοὺς ἀδελφοὺς ἐν ἅπασιν οἷς ἔπραττον, μέχρι τῶν εὐτελεστάτων ἔργων, ἡ μήτηρ

συνάγειν ἐπειρᾶτο. καί ποτε ἔδοξεν αὐτοῖς, ἵνα δὴ μὴ μένοντες ἐν τῇ Ῥώμῃ ἀλλήλοις ἐπιβουλεύοιεν, νείμασθαι τὴν ἀρχήν. συναγαγόντες δὴ τοὺς πατρῴους

p.104
φίλους, τῆς τε μητρὸς παρούσης, ἠξίουν διαιρεθῆναι τὴν βασιλείαν, καὶ τὰ μὲν ὑπ̓ Εὐρώπην πάντα ἔχειν τὸν Ἀντωνῖνον, τὴν δὲ ἀντικειμένην ἤπειρον

Ἀσίαν τε καλουμένην πᾶσαν Γέτᾳ παραδοθῆναι: οὕτω γὰρ ἔλεγον καὶ θείᾳ τινὶ προνοίᾳ τὰς ἠπείρους διῃρῆσθαι τῷ Προποντίδος ῥεύματι. ἤρεσκε δὲ τὸν μὲν Ἀντωνῖνον ἐπὶ τῷ Βυζαντίῳ ἱδρῦσαι στρατόπεδον, τὸν δὲ Γέταν ἐν Καλχηδόνι τῆς Βιθυνίας, ὡς ἀντικείμενα ἀλλήλοις τὰ στρατόπεδα φρουροίη τε τὴν ἑκατέρου ἀρχὴν καὶ κωλύοι τὰς διαβάσεις. ἐδόκει τε τῆς συγκλήτου βουλῆς τοὺς μὲν Εὐρωπαίους πάντας ὑπομεῖναι, τοὺς δὲ ἐκεῖθεν ἀνελθεῖν σὺν τῷ Γέτᾳ.

τῇ τε βασιλείᾳ τῇ αὑτοῦ αὐτάρκη ἔσεσθαι ὑποδοχὴν ὁ Γέτας ἔλεγεν ἢ τὴν Ἀντιόχειαν ἢ τὴν Ἀλεξάνδρειαν, οὐ πολύ τι τῆς Ῥώμης, ὡς ᾤετο, μεγέθει ἀπολειπούσας. τῶν δὲ ὑπὸ μεσημβρίᾳ ἐθνῶν Μαυρουσίους μὲν καὶ Νομάδας Λιβύης τε τὰ παρακείμενα Ἀντωνίνῳ παραδοθῆναι, τὰ δὲ ἐπέκεινα μέχρις ἀνατολῆς προσήκειν

τῷ Γέτᾳ. ταῦτα δὴ αὐτῶν διατυπούντων οἱ μὲν ἄλλοι πάντες σκυθρωποῖς προσώποις ἐς γῆν ἔνευσαν: ἡ δὲ Ἰουλία γῆν μέν ἔφη καὶ θάλασσαν, ὦ τέκνα, εὑρίσκετε ὅπως νείμησθε, καὶ τὰς ἠπείρους, ὥς φατε, τὸ Πόντιον ῥεῖθρον διαιρεῖ: τὴν δὲ μητέρα πῶς ἂν διέλοισθε, καὶ πῶς ἡ ἀθλία ἐγὼ ἐς ἑκάτερον ὑμῶν νεμηθείην ἢ τμηθείην; πρῶτον δὴ ἐμὲ φονεύσατε, καὶ διελόντες ἑκάτερος παῤ ἑαυτῷ τὸ μέρος θαπτέτω: οὕτω γὰρ ἂν μετὰ γῆς καὶ θαλάττης ἐς ὑμᾶς

μερισθείην. ταῦτα δὲ λέγουσα μετὰ δακρύων καὶ οἰμωγῆς, ἀμφοτέροις τε τὰς χεῖρας περιβάλλουσα καὶ ὑπὸ τὰς ἀγκάλας ἄγουσα, συνάγειν ἐπειρᾶτο. πάντας δὲ οἴκτου καταλαβόντος διελύθη τὸ συνέδριον, ἥ τε

p.105
σκέψις ἀπεδοκιμάσθη, ἑκάτερός τε ἐς τὰ ἑαυτοῦ βασίλεια ἀνεχώρησε.