Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τὰ μὲν οὖν πρῶτα τοιαῦτά τινα ἐπιστέλλων παρῃτεῖτο: ἐγκειμένου δὲ τοῦ Ἀντωνίνου, δώροις τε πολλοῖς καὶ ὅρκοις τὴν πρὸς τὸν γάμον σπουδήν τε καὶ εὔνοιαν πιστουμένου, πείθεται ὁ βάρβαρος, καὶ δώσειν τε ὑπισχνεῖται, καλεῖ τε γαμβρὸν ἐσόμενον. διαδραμούσης δὲ τῆς φήμης οἱ μὲν βάρβαροι εὐτρέπιζον πάντα ἐς τὴν ὑποδοχὴν τοῦ Ῥωμαίων βασιλέως, ἔχαιρόν

τε εἰρήνης αἰωνίου ἐλπίδι: ὁ δ̓ Ἀντωνῖνος διαβὰς τοὺς ποταμοὺς ἀκωλύτως, εἰσελάσας ἐς τὴν Παρθυαίων γῆν ὡς ἰδίαν ἤδη, πανταχοῦ θυσιῶν αὐτῷ προσαγομένων βωμῶν τε ἐστεμμένων, ἀρωμάτων καὶ θυμιαμάτων παντοίων προσφερομένων, χαίρειν τοῖς γινομένοις ὑπὸ τῶν βαρβάρων προσεποιεῖτο. ὡς δὲ προχωρήσας τό τε πλεῖστον τῆς ὁδοιπορίας ἀνύσας ἤδη τοῖς βασιλείοις τοῦ Ἀρταβάνου ἐπλησίαζεν, οὐκ ἀναμείνας ὁ Ἀρτάβανος ὑπήντετο αὐτῷ ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ, δεξιούμενος νυμφίον μὲν τῆς θυγατρὸς

γαμβρὸν δὲ αὑτοῦ. πᾶν δὲ τὸ πλῆθος τῶν βαρβάρων ἄνθεσι τοῖς ἐπιχωρίοις κατεστεμμένον, ἐσθῆτί τε χρυσῷ καὶ βαφαῖς διαφόροις πεποικιλμένῃ κεκοσμημένον, ἑώρταζε, πρός τε αὐλοὺς καὶ σύριγγας τυμπάνων τε ἤχους ἐσκίρτων εὐρύθμως: χαίρουσι γὰρ τοιαύτην τινὰ ὄρχησιν κινούμενοι, ἐπὰν οἴνου

πλείονος ἐμφορηθῶσιν. ὡς δὲ πᾶν συνῆλθε τὸ πλῆθος, τῶν τε ἵππων ἀπέβησαν, φαρέτρας τε καὶ τόξα ἀποθέμενοι περὶ σπονδὰς καὶ κύλικας εἶχον. πλεῖστον δὲ πλῆθος τῶν βαρβάρων ἤθροιστο, καὶ ὡς ἔτυχεν ἀτάκτως εἱστήκεσαν, οὐδὲν μὲν ἄτοπον προσδοκῶντες,

σπεύδων δὲ ἕκαστος ἰδεῖν τὸν νυμφίον. τότε ὑφ̓ ἑνὶ συνθήματι κελεύει ὁ Ἀντωνῖνος τῷ ἰδίῳ στρατῷ ἐπιδραμεῖν καὶ φονεύειν τοὺς βαρβάρους. ἐκπλαγέντες

p.117
δὲ τῷ πράγματι, παιόμενοί τε καὶ τιτρωσκόμενοι ἐτράποντο. αὐτός τε Ἀρτάβανος ἁρπαγεὶς ὑπὸ τῶν περὶ αὐτὸν δορυφόρων ἵππῳ τε ἐπιτεθεὶς ἀπέδρα μόλις