Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

κατορθώσας δὲ τὰ κατὰ τὴν ἀνατολὴν ὁ Σἑ??ʼῆρος ἐς τὴν Ῥώμην ἠπείγετο, ἄγων καὶ τοὺς παῖδας ἐς ἡλικίαν ἐφήβων ἤδη τελοῦντας. ἀνύσας δὲ τὴν ὁδοιπορίαν, τά τε ἐν τοῖς ἔθνεσι διοικήσας ὡς ἑκάστῳ ἀπῄτει τὸ χρειῶδες, τά τε ἐν Μυσοῖς καὶ Παίοσι στρατόπεδα ἐπελθών, νικηφόρος ὑπὸ τοῦ Ῥωμαίων δήμου μετὰ μεγάλης εὐφημίας τε καὶ θρησκείας ὑπεδέχθη,

θυσίας τε καὶ ἑορτὰς θέας τε καὶ πανηγύρεις τῷ δήμῳ

p.88
παρέσχε: νομάς τε μεγαλοφρόνως ἐπιδοὺς καὶ θέας τελέσας ἐπινικίους, ἐτῶν οὐκ ὀλίγων ἐν τῇ Ῥώμῃ διέτριψε, δικάζων τε συνεχῶς καὶ τὰ πολιτικὰ διοικῶν,

τούς τε υἱεῖς παιδεύων καὶ σωφρονίζων. οἳ δέ ʽἤδη μειράκια ἤστην̓ ὑπὸ τῆς ἐν Ῥώμῃ τρυφῆς καὶ διαίτης τῆς τε περὶ τὰ θέατρα ὑπερβαλλούσης σπουδῆς ἡνιοχείας τε καὶ ὀρχήσεως τὰ ἤθη διεφθείροντο. πρός τε ἀλλήλους ἐστασίαζον οἱ ἀδελφοί, τὰ πρῶτα μὲν ὑπὸ παιδαριώδους φιλονεικίας δἰ ὀρτύγων μάχας καὶ ἀλεκτρυόνων συμβολὰς πάλας τε παίδων ἀλλήλοις ἐρίζοντες.

ἥ τε περὶ τὰ θεάματα αὐτῶν ἢ τὰ ἀκροάματα σπουδὴ φιλονείκως ἑκάστοτε ἐμερίζετο: καὶ οὐδενὶ ἀμφότεροι ὁμοίως ἠρέσκοντο, ἀλλὰ πᾶν τὸ τῷ ἑτέρῳ φίλον τῷ ἄλλῳ ἐχθρὸν ἦν. συνέκρουον δὲ αὐτοὺς ἑκατέρωθεν οἵ τε κόλακες καὶ οἱ θεράποντες, πρὸς τὸ ἡδὺ τῆς ἡλικίας κολακεύοντες καὶ ἀνθέλκοντες. ὁ δὲ Σἑ??ʼῆρος ταῦτα πυνθανόμενος συνάγειν τε καὶ σωφρονίζειν ἐπειρᾶτο.

τὸν δὲ πρεσβύτερον, ᾧ γνήσιον μὲν ἦν ὄνομα Βασσιανὸς πρὶν ἐς τὸν βασίλειον οἶκον παρελθεῖν, ὅτε δὲ τὴν τῆς ἀρχῆς τιμὴν εὐτύχησε, Σἑ??ʼῆρος Ἀντωνῖνον ὠνόμασε, Μάρκου θελήσας αὐτὸν προσηγορίαν φέρειν: ἠγάγετό τε αὐτῷ γυναῖκα, γάμῳ σωφρονίσαι θέλων. ἦν δὲ ἐκείνη θυγάτηρ τοῦ ἐπάρχοντος τῶν

στρατοπέδων: Πλαυτιανὸς δὲ ἦν ὄνομα αὐτῷ. τοῦτον τὰ μὲν πρῶτα τῆς ἡλικίας εὐτελῆ ʽτινὲς αὐτὸν καὶ πεφυγαδεῦσθαι ἔλεγον ἁλόντα ἐπὶ στάσεσι καὶ πολλοῖς ἁμαρτήμασιν̓, ὄντα δὲ πολίτην ἑαυτοῦ ʽΛίβυς γὰρ κἀκεῖνος ἦν̓, ὡς μέν τινες ἔλεγον, πρὸς γένους αὐτῷ ὑπάρχοντα, ὡς δὲ ἕτεροι μᾶλλον διέβαλλον, ἀκμαζούσῃ τῇ ἡλικίᾳ γενόμενον παιδικά, πλὴν ἀλλ̓ ὁ Σἑ??ʼῆρος ἐκ μικρᾶς καὶ εὐτελοῦς τύχης ἐς μεγάλην

p.89
προήγαγεν ἐξουσίαν, πλούτῳ τε ὑπερβάλλοντι ἐκόσμησε, τῶν ἀναιρουμένων χαριζόμενος τὰς οὐσίας, οὐδὲν ἕτερον ἀλλ̓ ἢ μερισάμενος πρὸς αὐτὸν τὴν ἀρχήν.

ᾗπερ ἐκεῖνος ἀποχρώμενος οὔτε ὠμότητος οὔτε βίας ἐν πᾶσιν οἷς ἔπραττεν ἀπείχετο, φοβερώτερος τῶν πώποτε ἀρχόντων γενόμενος. τούτου τὴν θυγατέρα

ζεύξας ὁ Σἑ??ʼῆρος τῷ υἱῷ τὸν οἶκον ἥνωσεν. ὁ δὲ Ἀντωνῖνος οὐ πάνυ τι ἡδόμενος τῷ γάμῳ, ἀνάγκῃ δὲ μᾶλλον ἢ προαιρέσει συνεζευγμένος, ἀπεχθῶς πάνυ πρός τε τὴν κόρην διέκειτο καὶ πρὸς τὸν πατέρα αὐτῆς, ὡς μήτε εὐνῆς μήτε ἑστίας κοινωνεῖν, μυσάττεσθαί τε τὴν κόρην, ἀπειλεῖν τε ἑκάστοτε ἀποκτενεῖν καὶ αὐτὴν καὶ τὸν πατέρα, ἐπὰν τῆς ἀρχῆς ἐγκρατὴς γένηται μόνος. ταῦτα δὴ ἡ κόρη ἑκάστοτε ἀπήγγελλε τῷ πατρί, καὶ τοῦ γάμου τὸ μῖσος διηγουμένη παρώξυνεν