Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὃ δὲ ἐπείπερ ἱδρύθη ἐν τῇ βασιλείῳ ἑστίᾳ, τῶν τε στρατιωτῶν καὶ τοῦ δήμου, ὡς προείρηται, νύκτωρ ἀναγαγόντων, φροντίσι μεγίσταις τὴν γνώμην ἐταράττετο: πάνυ τε αὐτόν, καίτοι δοκοῦντα ψυχῆς εἶναι ἐρρωμένης καὶ πρὸς πάντα ἀνδρεῖον, τὰ παρόντα ἐφόβει, οὐχ οὕτω προνοίᾳ τῆς ἑαυτοῦ σωτηρίας ʽκινδύνων γὰρ καὶ μειζόνων πολλάκις ἦν καταφρονήσασ̓, ἐλογίζετο δὲ τήν τε αἰφνίδιον τῆς τυραννίδος μεταβολὴν τήν τε ἐν τῇ συγκλήτῳ βουλῇ τινῶν εὐγένειαν, οὓς ὑπώπτευεν οὐκ ἀνεξομένους μετὰ βασιλέα εὐγενέστατον τὴν ἀρχὴν μεταπεσοῦσαν ἐς ἄνδρα ἐξ ἰδιωτικοῦ

καὶ ἀσήμου γένους ἐπὶ τοῦτο ἐλθόντα. εἰ γὰρ καὶ ὁ βίος αὐτῷ διὰ σωφροσύνην ἐπῃνεῖτο καὶ τὰ ἐν ταῖς στρατιωτικαῖς πράξεσιν ἦν εὐκλεῆ, ἀλλ̓ ὅσον εὐγενείας χάριν, πολὺ τῶν εὐπατριδῶν ἀπελείπετο. ἡμέρας οὖν καταλαβούσης κατῆλθεν ἐπὶ τὸ συνέδριον τῆς βουλῆς, οὔτε τὸ πῦρ ἐάσας ἑαυτοῦ προπομπεῦσαι οὔτε τι ἄλλο τῶν βασιλικῶν συμβόλων ἐς ὕψος ἀρθῆναι πρὶν ἢ μαθεῖν τὴν γνώμην τῆς συγκλήτου βουλῆς.

ἐπεὶ δὲ αὐτὸν ἅμα τῷ ἐπιφανῆναι πάντες ὁμοθυμαδὸν εὐφήμησαν σεβάσμιόν τε καὶ βασιλέα προσηγόρευσαν, ὃ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο τῆς ἀρχῆς τὸ ἐπίφθονον, γῆράς τε προϊσχόμενος συγγνώμης ἐδεῖτο, εἶναί τε πολλοὺς εὐπατρίδας ἔφασκεν οἷς ἡ βασιλεία μᾶλλον ἁρμόζει: καὶ λαβόμενος τῆς χειρὸς Γλαβρίωνος εἷλκεν αὐτόν, καθίζεσθαι κελεύων ἐπὶ

τοῦ βασιλείου θρόνου. ἦν δὲ ἐκεῖνος εὐγενέστατος μὲν πάντων τῶν εὐπατριδῶν ʽἀνέφερε γοῦν ἐς Αἰνείαν τὸν Ἀφροδίτης καὶ Ἀγχίσου τὴν τοῦ γένους

p.41
διαδοχήν̓, ἔτι δὲ καὶ τὴν ὕπατον ἀρχὴν τελέσας δεύτερον. ὃ δέ ἀλλ̓ αὐτός ἔφη ἐγώ, ὃν σὺ νομίζεις πάντων ἀξιώτατον, σοί τε τῆς ἀρχῆς παραχωρῶ, καὶ πᾶσαν τὴν ἐξουσίαν ἐγὼ: καὶ οἱ λοιποὶ πάντες ψηφιζόμεθά σοι διδόντες. τότε δὲ πάντων αὐτὸν ἐκβιασαμένων ἐκλιπαρησάντων τε, ὀκνῶν καὶ μόλις ἀνελθὼν ἐπὶ τὸν βασίλειον θρόνον ἔλεξε τοιάδε.

τὸ πάνυ δεξιὸν ὑμῶν τῆς πρός με τιμῆς καὶ τὸ τῆς σπουδῆς ὑπερβάλλον ἐπίλεκτόν τε ἐς πρόκρισιν τοσαύτης παῤ ὑμῖν εὐγενείας, οὐκ ἔχον κολακείας ὑποψίαν ἀλλὰ δεῖξιν καὶ πίστιν εὐνοίας, ἄλλῳ μὲν ἄν τῳ θάρσος καὶ προθυμίαν ἐνέβαλεν ἐς τὸ ἑτοίμως δέξασθαι τὰ ἐγκεχειρισμένα, ἐλπίδα τε ῥᾳστώνης ὑπέφηνεν ἂν ὡς εὐμαρῶς τὴν ἀρχὴν διοίσοντι ἐν ἀρχομένοις

οὕτως εὐνοοῦσιν: ἐμοὶ δὲ ταῦτα μεγάλα ὄντα καὶ ἐξαίρετα τιμῆς τε αἴσθησιν ἐκπλήττει, δέος τε καὶ ἀγῶνα οὐ μικρὸν ἐμποιεῖ. μεγάλων γὰρ εὐεργεσιῶν προϋπαρχουσῶν τὸ ἰσότιμον δυσέφικτον ἐν ταῖς ἀμοιβαῖς, καὶ μικρὰ μὲν λαβοῦσιν ἀντιδοῦναι μεῖζον οὐχ οὕτως εὐμαρὲς ὡς εὐχάριστον δοκεῖ, ὁπηνίκα δ̓ ἂν ὁ πρῶτός τι δράσας ἀγαθὸν ἀνυπέρβλητον κατάθηται χάριν, τὸ μὴ κατ̓ ἀξίαν ἀντιδοθὲν οὐχ οὕτω δυσπόριστον ὡς ἀναίσθητον ἅμα καὶ ἀχάριστον ὀνομάζεται.

ὁρῶ δὴ οὐ τὸν τυχόντα μοι ἐπηρτημένον ἀγῶνα πρὸς τὸ ἄξιον ἐμαυτὸν παρασχεῖν τῆς τοσαύτης παῤ ὑμῶν τιμῆς. οὐ γὰρ ἐν τῇ καθέδρᾳ ἡ προεδρία, ἀλλ̓ ἐν τοῖς ἔργοις, εἴ τις αὐτὴν μὴ καταισχύνει. ὅσῳ δὲ τὰ γενόμενα ὡς φαῦλα μισεῖται, τοσούτῳ τὰ μέλλοντα ὡς ἀγαθὰ μεγάλως ἐλπίζεται. καὶ τὰ μὲν δεινὰ τῶν ἔργων ἀεὶ μνημονεύεται ʽτὸ γὰρ λυπῆσαν δυσαπάλειπτον̓, τὰ δὲ χρηστὰ ἅμα τῇ ἀπολαύσει καὶ τὴν περὶ

αὑτῶν μνήμην συναναλίσκει, ἐπεὶ μὴ ὁμοίως εὐφραίνει

p.42
ἐλευθερία ὡς λυπεῖ δουλεία, οὐδέ τις ἀδεῶς τὰ ἑαυτοῦ ἔχων ἐν χάριτος μοίρᾳ τίθεται, τὰ ἴδια καρποῦσθαι νομίζων, ὁ δὲ τῶν οἰκείων στερηθεὶς αἰώνιον ἔχει τὴν μνήμην τοῦ λελυπηκότος. οὐδ̓ εἴ τις ἐς τὸ κοινὸν χρηστὴ γένοιτο μεταβολή, αὐτός τι πλέον καρποῦσθαι νομίζει, ἐπεὶ τοῦ μὲν δημωφελοῦς καὶ κοινῇ διαφέροντος ὀλίγη τοῖς καθ̓ ἕνα φροντίς, τὸ δὲ καθ̓ αὑτὸν ἕκαστος εἰ μὴ κατὰ γνώμην προχωροίη,

οὐδέν τι μέγα ὠφελεῖσθαι νομίζει. οἵ τε εἰθισμένοι ταῖς τῆς τυραννίδος ἀκρίτοις καὶ ἀφειδέσι μεγαλοδωρίαις ἐντρυφᾶν τὴν ἐς τὸ σωφρονέστερον καὶ μεμετρημένον διὰ σπάνιν χρημάτων μεταβολὴν οὐ φιλοσώφρονα οὐδὲ σύμμετρον καὶ κεκριμένην διοίκησιν ὀνομάζουσιν, ἀλλὰ μικρολογίαν καὶ ἀθλιότητα βίου ὀνειδίζουσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν μεγάλα καὶ ὡς ἔτυχε χαρίζεσθαι οὐκ ἂν περιγένοιτο εἰ μὴ ἐκ τοῦ ἁρπάζειν καὶ βιάζεσθαι, τὸ δὲ λογισμῷ πάντα καὶ κατ̓ ἀξίαν ἑκάστου νέμειν ἄνευ τοῦ δεινόν τι δρᾶσαι, μὴ παρέχον ἄδικον εὐπορίαν χρημάτων, διδάσκει φειδὼ

σώφρονα τῶν καλῶς πορισθέντων. ταῦτα δὴ ὑμᾶς ἐγνωκότας χρὴ συναίρεσθαι, καὶ κοινὴν τῆς ἀρχῆς τὴν διοίκησιν νομίζοντας, ἀριστοκρατίαν τε ἀλλ̓ οὐ τυραννίδα ὑπομενοῦντας, αὐτούς τε ἀγαθὰς ἔχειν ἐλπίδας καὶ πᾶσι τοῖς ἀρχομένοις ταῦτα ὑπισχνεῖσθαι.

τοιαῦτα ὁ Περτίναξ εἰπὼν ὑπερῆσέ τε τὴν σύγκλητον βουλήν, καὶ πρὸς πάντων εὐφημηθείς, πάσης τε τιμῆς καὶ αἰδοῦς παῤ αὐτῶν τυχών, ἔς τε τὸν τοῦ Διὸς νεὼν καὶ τὰ λοιπὰ ἱερὰ πεμφθείς, τάς τε ὑπὲρ τῆς βασιλείας θυσίας τελέσας, ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν.