Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἅτε δὲ ἀνὴρ προμηθής τε καὶ νήφων ὑπώπτευε τὴν ἐν Βρεττανίᾳ δύναμιν πολλήν τε οὖσαν καὶ μεγίστην ἀνδρῶν τε μαχιμωτάτων. ἦρχε δ̓ αὐτῆς πάσης Ἀλβῖνος, ἀνὴρ τὸ μὲν γένος τῶν ἐκ τῆς συγκλήτου εὐπατριδῶν, ἐν πλούτῳ δὲ καὶ τρυφῇ ἐκ πατέρων

ἀνατραφείς. τοῦτον τοίνυν ἠθέλησεν ὁ Σἑ??ʼῆρος σοφίσματι προλαβὼν οἰκειώσασθαι, μή πως ἄρα τοιαῦτα ἔχων ἐναύσματα ἐς βασιλείας ἐπιθυμίαν, θαρρῶν ἢ πλούτῳ καὶ γένει δυνάμει τε στρατοῦ γνώσει τε τῇ παρὰ Ῥωμαίοις, ἐπιθῆται τοῖς πράγμασι καὶ τὴν Ῥώμην οὐ πολύ τι ἀφεστῶσαν ἐκείνου κατὰ τὴν ἀνατολὴν

ἀσχοληθέντος ὑποποιήσηται. τιμῇ τοίνυν προσποιήτῳ δελεάζει τὸν ἄνθρωπον, καὶ ἄλλως μὲν ὄντα τὴν γνώμην χαῦνον καὶ ἁπλοϊκώτερον, τότε δὲ καὶ πολλὰ διὰ γραμμάτων ὀμόσαντι τῷ Σἑ??ʼήρῳ πιστεύσαντα. Καίσαρα δὲ αὐτὸν ἀποδεικνύει, φθάσας αὐτοῦ τὴν ἐλπίδα καὶ τὴν ἐπιθυμίαν τῇ τῆς ἐξουσίας

κοινωνίᾳ. ἐπιστέλλει δὲ αὐτῷ φιλικώτατα γράμματα δῆθεν, ἱκετεύων ἐπιδοῦναι αὑτὸν ἐς τὴν τῆς ἀρχῆς φροντίδα: δεῖσθαι γὰρ ἀνδρὸς εὐγενοῦς καὶ τοιούτου τήν τε ἡλικίαν ἔτι ἀκμάζοντος αὐτὸν ὄντα πρεσβύτην καὶ ὑπὸ νόσου ἀρθρίτιδος ἐνοχλούμενον, τῶν τε παίδων αὐτῷ ὄντων πάνυ νηπίων. οἷς πιστεύσας ὁ Ἀλβῖνος τὴν τιμὴν ὑπεδέξατο ἀσπαστῶς, ἀγαπήσας ἄνευ

μάχης καὶ κινδύνου λαβεῖν ταῦτα ὧν ὠρέγετο. ὁ δὲ Σἑ??ʼῆρος καὶ πρὸς τὴν σύγκλητον τὰ αὐτὰ ἀνενεγκών, ὡς ἂν μᾶλλον αὐτὸν ἐς πίστιν ὑπαγάγοιτο, νομίσματά τε αὐτοῦ κοπῆναι ἐπέτρεψε, καὶ ἀνδριάντων ἀναστάσεσι ταῖς τε λοιπαῖς τιμαῖς τὴν δοθεῖσαν χάριν ἐπιστώσατο. ἐπεὶ δὲ αὐτῷ τὰ πρὸς τὸν Ἀλβῖνον διὰ σοφίας ἀσφαλῶς εἶχεν, οὐδέ τι δέος ἦν ἀπὸ Βρεττανίας, τό τε Ἰλλυρικὸν στράτευμα σὺν αὑτῷ πᾶν εἶχε, διῳκῆσθαι

p.68
νομίζων πάντα λυσιτελῶς τῇ ἑαυτοῦ ἀρχῇ ἐπὶ τὸν Νίγρον ἠπείγετο.

τῆς μὲν οὖν ὁδοιπορίας τοὺς σταθμούς, καὶ τὰ καθ̓ ἑκάστην πόλιν αὐτῷ λεχθέντα, καὶ σημεῖα θείᾳ προνοίᾳ δόξαντα πολλάκις φανῆναι, χωρία τε ἕκαστα καὶ παρατάξεις, καὶ τὸν τῶν ἑκατέρωθεν πεσόντων ἀριθμὸν στρατιωτῶν ἐν ταῖς μάχαις, ἱστορίας τε πολλοὶ συγγραφεῖς καὶ ποιηταὶ μέτρων πλατύτερον συνέταξαν, ὑπόθεσιν ποιούμενοι πάσης τῆς πραγματείας

τὸν Σἑ??ʼήρου βίον. ἐμοὶ δὲ σκοπὸς ὑπάρχει ἐτῶν ἑβδομήκοντα πράξεις πολλῶν βασιλέων συντάξαντι γράψαι, ἃς αὐτὸς οἶδα. τὰ κορυφαιότατα τοίνυν καὶ συντέλειαν ἔχοντα τῶν κατὰ μέρος πεπραγμένων Σἑ??ʼήρῳ ἐν τοῖς ἑξῆς διηγήσομαι, οὐδὲν οὔτε πρὸς χάριν ἐς ὕψος ἐξαίρων, ὥσπερ ἐποίησαν οἱ κατ̓ ἐκεῖνον γράψαντες, οὔτε παραλείπων εἴ τι λόγου καὶ μνήμης ἄξιον.