Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

μελλόντων δὲ τῶν Ἰουλιανοῦ στρατιωτῶν ἔτι καὶ τὰ πρὸς πόλεμον ἕτοιμα ποιούντων, ἀγγέλλεται ὁ Σἑ??ʼῆρος ἤδη προσιών. καὶ πολὺ τοῦ στρατεύματος μέρος διασκεδάσας ἐκεῖνος καλεύει παρεισδύεσθαι ἐς τὴν πόλιν. οἳ δὲ κατὰ πάσας ὁδοὺς διανείμαντες αὑτούς, πολλοὶ δ̓ ἐς Ῥώμην νύκτωρ λανθάνοντες εἰσῄεσαν, τὰ ὅπλα ὑποκρύπτοντες, ἐν ἰδιωτῶν σχήματι.

καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν τοῦ Ἰουλιανοῦ ἔτι ὑπτιάζοντος καὶ τὰ πραττόμενα ἀγνοοῦντος. ἐπεὶ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο, ἐν ταραχῇ πολλῇ πάντες ἦσαν, καὶ δεδιότες τὴν δύναμιν τοῦ Σἑ??ʼήρου τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀνανδρίαν, τοῦ δὲ Νίγρου μέλλησίν τε καὶ ῥᾳθυμίαν: τὸν δὲ Σἑ??ʼῆρον ἀκούοντες

ἤδη παρόντα ἐθαύμαζον. ὁ δὲ Ἰουλιανὸς πολλῇ καταλαμβανόμενος ἀφασίᾳ τε καὶ ἀπορίᾳ, ὅπως χρήσεται τοῖς πράγμασιν οὐκ εἰδώς, ἀθροισθῆναι κελεύσας τὴν σύγκλητον καταπέμπει γράμματα, δἰ ὧν ἐσπένδετο δὴ πρὸς τὸν Σἑ??ʼῆρον καὶ αὐτοκράτορα ἀναδείξας κοινωνὸν τῆς βασιλείας ἐποιεῖτο. ἡ δὲ σύγκλητος ἐψηφίσατο μὲν ταῦτα, ὁρῶντες δὲ τὸν Ἰουλιανὸν ἀποδειλιῶντα καὶ ἐν ἀπογνώσει, τῷ Σἑ??ʼήρῳ πάντες ἤδη

προσετίθεντο. δύο δέ που ἢ τριῶν ἡμερῶν παραδραμουσῶν, ἐπείπερ ἤδη τὸν Σἑ??ʼῆρον καὶ αὐτῇ τῇ πόλει ἐπιστησόμενον ἤκουον, καταφρονήσαντες τοῦ

p.62
Ἰουλιανοῦ συνίασιν ἐς τὸ συνέδριον, τῶν ὑπάτων κελευσάντων, οἳ τὰ τῆς Ῥώμης διοικεῖν εἰώθασιν ὁπηνίκα

ἂν τὰ τῆς βασιλείας μετέωρα ᾖ. συνελθόντες τοίνυν περὶ τῶν πρακτέων ἐσκέπτοντο, τοῦ Ἰουλιανοῦ ἔτι ὄντος ἐν τῇ βασιλείῳ αὐλῇ καὶ τὰς παρούσας ὀδυρομένου τύχας, ἱκετεύοντός τε ἐξομόσασθαι τὴν ἀρχὴν καὶ παραχωρῆσαι πάσης τῆς δυναστείας τῷ

Σἑ??ʼήρῳ. ὡς δὲ ἔμαθεν ἡ σύγκλητος τὸν Ἰουλιανὸν οὕτω κατεπτηχότα, τὴν δὲ δορυφόρον φρουρὰν διὰ δέος τοῦ Σἑ??ʼήρου αὐτὸν ἐγκαταλιποῦσαν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀποδειχθῆναι δὲ μόνον αὐτοκράτορα τὸν Σἑ??ʼῆρον: πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπουσιν ἀπὸ τῶν ἐν ἀρχαῖς ὄντων καὶ τῶν ἐξοχωτάτων τῆς βουλῆς, πάσας αὐτῷ προσφέρειν τὰς σεβασμίους

τιμάς. ἐπὶ δὲ τὸν Ἰουλιανὸν εἷς τῶν χιλιαρχούντων ἀναπέμπεται, ἀποκτεῖναι ἄνανδρον καὶ ἄθλιον πρεσβύτην, ἰδίοις χρήμασιν ὠνησάμενον οὕτω πονηρὸν τέλος. ὃ μὲν οὖν εὑρεθεὶς ἔρημός τε καὶ ὑπὸ πάντων καταλειφθείς, αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη: ἐπεὶ