Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἐπὶ ταῖς τυχούσαις ἀφορμαῖς ῥᾷστα κινεῖσθαι. κυμαίνουσαν οὖν ἔχων τοσαύταις φροντίσι τὴν ψυχήν, συγκαλέσας τοὺς φίλους ὅσοι τε παρῆσαν τῶν συγγενῶν, καὶ τὸν παῖδα παραστησάμενος, ἐπειδὴ πάντες συνῆλθον, ἡσυχῇ τοῦ σκίμποδος κουφίσας ἑαυτὸν τοιούτων λόγων ἤρξατο.

ἄχθεσθαι μὲν ὑμᾶς ἐφ̓ οἷς ὁρᾶτέ με διακείμενον,

p.7
θαυμαστὸν οὐδέν: φύσει τε γὰρ τὸ ἀνθρώπινον ἐλεεινὸν ἐν ταῖς τῶν ὁμοφύλων συμφοραῖς, τά τε δεινὰ ὑπ̓ ὄψιν πεσόντα οἶκτον προκαλεῖται μείζονα. ἐμοὶ δέ τι καὶ πλέον ὑπάρχειν παῤ ὑμῶν οἴομαι: ἐκ γὰρ ὧν αὐτὸς διάκειμαι πρὸς ὑμᾶς, ἀμοιβαίαν εὔνοιαν

εἰκότως ἤλπικα. νῦν δὲ καιρὸς εὔκαιρος ἐμοί τε αἰσθέσθαι μὴ μάτην πρὸς ὑμᾶς τοσούτου χρόνου τιμήν τε καὶ σπουδὴν κατατεθεῖσθαι, ὑμῖν τε ἀποδοῦναι χάριν, δείξασιν ὅτι ὑπὲρ ὧν ἐτύχετε οὐκ ἀμνημονεῖτε. ὁρᾶτε δή μοι τὸν υἱόν, ὃν αὐτοὶ ἀνεθρέψασθε, ἄρτι τῆς μειρακίων ἡλικίας ἐπιβαίνοντα καὶ δεόμενον ὥσπερ ἐν χειμῶνι καὶ ζάλῃ τῶν κυβερνησόντων, μή ποι φερόμενος ὑπ̓ ἀτελοῦς τῆς τῶν δεόντων ἐμπειρίας

ἐς φαῦλα ἐπιτηδεύματα προσαραχθῇ. γένεσθε δὴ οὖν αὐτῷ ὑμεῖς ἀνθ̓ ἑνὸς ἐμοῦ πατέρες πολλοί, περιέποντές τε καὶ τὰ ἄριστα συμβουλεύοντες. οὔτε γὰρ χρημάτων πλῆθος οὐδὲν αὔταρκες πρὸς τυραννίδος ἀκρασίαν, οὔτε δορυφόρων φρουρὰ ἱκανὴ ῥύεσθαι τὸν ἄρχοντα, εἰ μὴ προϋπάρχει ἡ τῶν ὑπηκόων

εὔνοια. μάλιστα δὲ ἐκεῖνοι ἐς ἀρχῆς μῆκος ἀκινδύνως ἤλασαν, ὅσοι μὴ φόβον ἐξ ὠμότητος, πόθον δὲ τῆς αὑτῶν χρηστότητος ταῖς τῶν ἀρχομένων ψυχαῖς ἐνέσταξαν. οὐ γὰρ οἱ ἐξ ἀνάγκης δουλεύοντες ἀλλ̓ οἱ μετὰ πειθοῦς ὑπακούοντες ἀνύποπτοι καὶ ἔξω κολακείας προσποιήτου δρῶντές τε καὶ πάσχοντες διατελοῦσιν, καὶ οὐδέ ποτε ἀφηνιάζουσιν, ἢν μὴ βίᾳ καὶ

ὕβρει ἐπὶ τοῦτο ἀχθῶσι. χαλεπὸν δὲ μετριάσαι τε καὶ ὅρον ἐπιθεῖναι ἐπιθυμίαις ὑπηρετούσης ἐξουσίας. τοιαῦτα δὴ συμβουλεύοντες αὐτῷ, καὶ ὧν ἀκούει παρὼν ὑπομιμνήσκοντες, ὑμῖν τε αὐτοῖς καὶ πᾶσιν ἄριστον ἀποδείξετε βασιλέα, τῇ τε ἐμῇ μνήμῃ χαριεῖσθε

p.8
τὰ μέγιστα, οὕτω τε μόνως ἀίδιον αὐτὴν ποιῆσαι δυνήσεσθε.

τοσαῦτα εἰπόντα τὸν Μάρκον ἐπιπεσοῦσα λιποθυμία κατεσίγασεν: ὑπὸ δὲ ἀσθενείας τε καὶ ἀθυμίας αὖθις ὑπτίαζεν. οἶκτος δὲ πάντας ἐλάμβανε τοὺς παρόντας, ὡς μηδὲ κατασχόντας αὑτῶν τινὰς ἐς οἰμωγὴν ἀναβοῆσαι. ὃ μὲν οὖν νυκτός τε καὶ ἡμέρας ἐπιβιώσας μιᾶς ἀνεπαύσατο, πόθον τε τοῖς καθ̓ αὑτὸν ἀνθρώποις ἐγκαταλιπὼν ἀρετῆς τε ἀίδιον μνήμην ἐς τὸν ἐσόμενον

αἰῶνα. τελευτήσαντος δὲ Μάρκου, ἐπειδὴ διεφοίτησεν ἡ φήμη, πᾶν τε τὸ παρὸν στρατιωτικὸν καὶ τὸ δημῶδες πλῆθος ὁμοίως πένθει κατείχετο, οὐδέ τις ἦν ἀνθρώπων τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ὃς ἀδακρυτὶ τοιαύτην ἀγγελίαν ἐδέχετο: πάντες δ̓ ὥσπερ ἐκ μιᾶς φωνῆς, οἳ μὲν πατέρα χρηστόν, οἳ δ̓ ἀγαθὸν βασιλέα, γενναῖον δὲ ἕτεροι στρατηγόν, οἳ δὲ σώφρονα καὶ κόσμιον ἄρχοντα ἀνεκάλουν, καὶ οὐδεὶς ἐψεύδετο.