Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τῆς πόλεως πεζοὶ στρατιῶται μίσει τῶν ἱππέων. ὄντος δὲ πολέμου ἐμφυλίου ἄλλος μὲν οὐδεὶς ἀγγεῖλαι τὰ πραττόμενα τῷ Κομμόδῳ ἐβούλετο δέει τῆς Κλεάνδρου ἐξουσίας: ἡ δὲ πρεσβυτάτη τῶν Κομμόδου ἀδελφῶν ʽΦαδίλλα ἦν ὄνομα αὐτᾖ εἰσδραμοῦσα πρὸς τὸν βασιλέα ʽῥᾳδία δὲ ἡ εἴσοδος αὐτῇ καὶ ἀκώλυτος ἅτε ἀδελφᾖ, λυσαμένη τὰς τρίχας ῥίψασά τε ἐς τὴν γῆν

ἑαυτήν, οὐδὲν ἀλλ̓ ἢ πένθους σχῆμα δείξασα σὺ μέν ἔφη, ὦ βασιλεῦ, μένων ἐπὶ ἡσυχίᾳ τῶν παραττομένων ἀγνοίᾳ, ἐν ἐσχάτῳ καθέστηκας κινδύνῳ: ἡμεῖς δέ, τὸ σὸν γένος, ὅσον οὐδέπω ἀπολούμεθα. οἴχεται δέ σοι ὅ τε δῆμος Ῥωμαίων καὶ τὸ πλεῖστον

p.25
τοῦ στρατιωτικοῦ. ἃ δὲ πρὸς μηδενὸς βαρβάρων πείσεσθαι προσεδοκῶμεν, ταῦτα δρῶσιν ἡμᾶς οἱ οἰκεῖοι: καὶ οὓς μάλιστα εὐηργέτησας, τούτους ἐχθροὺς ἔχεις.

Κλέανδρος ἐπὶ σὲ τόν τε δῆμον καὶ τὸ στρατιωτικὸν ὥπλισεν: ἐκ δὲ διαφόρου καὶ ἐναντίας γνώμης οἳ μὲν μισοῦντες αὐτόν, ὁ δῆμος, οἳ δὲ στέργοντες, πᾶν τὸ ἱππικὸν τάγμα, ἐν ὅπλοις εἰσί, καὶ φθείροντες ἀλλήλους ἐμφυλίου αἵματος τὴν Ῥώμην ἐπλήρωσαν. τὰ δ̓ ἑκατέρου τοῦ πλήθους δεινὰ ἡμᾶς προσλήψεται, εἰ μὴ τὴν ταχίστην πρὸς θάνατον ἐκδώσεις πονηρὸν οἰκέτην, ὀλέθρου τοσούτου τοῖς μὲν αἴτιον ἤδη γεγονότα,

ἡμῖν δὲ ἐσόμενον ὅσον οὐδέπω. τοιαῦτά τινα εἰποῦσα, ῥηξαμένη τε τὴν ἐσθῆτα, καὶ τῶν παρόντων τινὲς θαρρήσαντες τοῖς τῆς ἀδελφῆς τοῦ βασιλέως λόγοις τὸν Κόμμοδον ἐτάραξαν. ἐκπλαγεὶς δὲ ἐκεῖνος, τόν τε ἐπικείμενον κίνδυνον οὐ μέλλοντα ἀλλὰ παρόντα ἤδη φοβηθείς, μεταπέμπεται τὸν Κλέανδρον, οὐδὲν μέν τι εἰδότα τῶν ἀπηγγελμένων, οἰόμενον δέ. ἐλθόντα δ̓ αὐτὸν συλληφθῆναι κελεύει, καὶ τὴν κεφαλὴν ἀποτεμὼν δόρατί τε ἐπιμήκει ἐγκαταπήξας ἐκπέμπει

τερπνὸν καὶ ποθεινὸν τῷ δήμῳ θέαμα. ἔστη γὰρ οὕτω τὸ δεινόν, καὶ ἑκάτεροι πολεμοῦντες ἐπαύσαντο, οἱ μὲν στρατιῶται ἀνῃρημένον ἰδόντες ὑπὲρ οὗ ἐμάχοντο, δέει τε τῆς τοῦ βασιλέως ὀργῆς ʽσυνίεσαν γὰρ ἐξηπατῆσθαι καὶ τὰ δρασθέντα παρὰ γνώμην αὐτοῦ τετολμηκέναἰ: ὁ δὲ δῆμος κεκόρεστο τιμωρίαν

παρὰ τοῦ τὰ δεινὰ δράσαντος εἰληφώς. προσανεῖλον δὲ καὶ τοὺς παῖδας τοῦ Κλεάνδρου ʽδύο δὲ ἦσαν ἄρρενες αὐτᾦ, πάντας τε ὅσους ᾔδεσαν ἐκείνου φίλους διεχρήσαντο: σύροντές τε τὰ σώματα καὶ πᾶσαν ὕβριν ἐνυβρίσαντες, τέλος λελωβημένους ἐς τοὺς ὀχετοὺς ἔρριψαν φέροντες. τοιούτῳ μὲν δὴ τέλει Κλέανδρός

p.26
τε καὶ οἱ περὶ αὐτὸν ἐχρήσαντο, φιλοτιμησαμένης, ὡς ἄν τις εἴποι, τῆς ἀνθρωπίνης φύσεως ἐν ἑνὶ δεῖξαι ὅτι ἐκ τῆς ἐσχάτης εὐτελείας ἐς τὸ μέγιστον ὕψος ἆραι καὶ πάλιν τὸν ἀρθέντα ῥῖψαι ὀλίγη καὶ ἀνέλπιστος δύναται τύχης ῥοπή.

ὁ δὲ Κόμμοδος δεδιὼς μὲν τὴν τοῦ δήμου κίνησιν, μή τι καὶ περὶ αὐτὸν νεωτερίσειεν, ὅμως δὲ παρορμησάντων αὐτὸν τῶν οἰκείων κατελθὼν ἐς τὸ ἄστυ, μετὰ πάσης εὐφημίας τε καὶ παραπομπῆς τοῦ δήμου ὑποδεχθεὶς ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν. πειραθεὶς δὲ τοσούτων κινδύνων ἀπίστως προσεφέρετο πᾶσιν, ἀφειδῶς τε φονεύων καὶ πάσαις διαβολαῖς ῥᾳδίως πιστεύων, μηδέ τινα προσιέμενος τῶν λόγου ἀξίων, ἀλλὰ τῆς μὲν περὶ τὰ καλὰ σπουδῆς ἀπῆγεν ἑαυτόν, δεδούλωντο δὲ πᾶσαν αὐτοῦ τὴν ψυχὴν νύκτωρ τε καὶ μεθ̓ ἡμέραν ἐπάλληλοι καὶ ἀκόλαστοι σώματος

ἡδοναί. καὶ σώφρων μὲν πᾶς καὶ παιδείας κἂν μετρίως μεμυημένος τῆς αὐλῆς ὡς ἐπίβουλος ἐδιώκετο, γελωτοποιοὶ δὲ καὶ τῶν αἰσχίστων ὑποκριταὶ εἶχον αὐτὸν ὑποχείριον. ἁρμάτων τε ἡνιοχείας καὶ θηρίων ἐξ ἀντιστάσεως μάχας ἐπαιδεύετο, τῶν μὲν κολάκων ἐς ἀνδρείας δόξαν αὐτὰ ἀνυμνούντων, τοῦ δὲ ἀπρεπέστερον μετιόντος ἢ βασιλεῖ σώφρονι ἥρμοζεν.