Letters

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

καὶ μὴν τό γʼ ἀπελθεῖν οὐκ ἂν εἰκότως ὀργὴν πρός με ποιήσειεν· οὐ γὰρ ἀπεγνωκὼς ὑμᾶς οὐδʼ ἑτέρωσε βλέπων οὐδαμοῖ μετέστην, ἀλλὰ πρῶτον μὲν τοὔνειδος τῆς εἱρκτῆς χαλεπῶς τῷ λογισμῷ φέρων, εἶτα διὰ τὴν ἡλικίαν οὐκ ἂν οἷός τʼ ὢν τῷ σώματι τὴν κακοπαθίαν ὑπενεγκεῖν. ἔτι δʼ οὐδʼ ὑμᾶς ἐνόμιζον ἀβουλεῖν ἔξω με προπηλακισμοῦ γενέσθαι, ὃς οὐδὲν ὑμᾶς ὠφελῶν ἔμʼ ἀπώλλυεν.

ἐπεὶ ὅτι γʼ ὑμῖν προσεῖχον τὸν νοῦν καὶ οὐδέσιν ἄλλοις, πόλλʼ ἂν ἴδοιτε σημεῖα. εἴς τε γὰρ πόλιν ἦλθον, οὐκ ἐν ᾗ μέγιστα πράξειν αὐτὸς ἔμελλον, ἀλλʼ εἰς ἣν καὶ τοὺς προγόνους ἐλθόντας ᾔδειν, ὅθʼ ὁ πρὸς τὸν Πέρσην κατελάμβανεν αὐτοὺς κίνδυνος, καὶ παρʼ ᾗ πλείστην εὔνοιαν ὑπάρχουσαν ὑμῖν ἠπιστάμην (ἔστι δʼ ἡ Τροζηνίων αὕτη,

ᾗ μάλιστα μὲν οἱ θεοὶ καὶ τῆς πρὸς ὑμᾶς εὐνοίας ἕνεκα καὶ τῆς εἰς ἔμʼ εὐεργεσίας εὖνοι πάντες εἴησαν, εἶτα κἀγὼ σωθεὶς ὑφʼ ὑμῶν δυνηθείην ἀποδοῦναι χάριτας)· ἔν τε ταύτῃ τινῶν, ὡς ἐμοὶ χαριζομένων, ἐπιτιμᾶν ὑμῖν τι πειρωμένων τῇ κατʼ ἔμʼ ἀγνοίᾳ, ἐγὼ πᾶσαν εὐφημίαν, ὥσπερ ἐμοὶ προσῆκε, παρειχόμην· ἐξ ὧν καὶ μάλιστα νομίζω πάντας ἀγασθέντας μου δημοσίᾳ τιμῆσαι.

ὁρῶν δὲ τὴν μὲν εὔνοιαν τῶν ἀνδρῶν μεγάλην, τὴν δʼ εἰς τὸ παρὸν δύναμιν καταδεεστέραν, μετελθὼν εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἐν Καλαυρείᾳ κάθημαι, οὐ μόνον τῆς ἀσφαλείας ἕνεκα, ἣν διὰ τὸν θεὸν ἐλπίζω μοι ὑπάρχειν ʽοὐ γὰρ εὖ οἶδά γε· ἃ γὰρ ἐφʼ ἑτέροις ἐστὶν ὡς ἂν βούλωνται πρᾶξαι, λεπτὴν καὶ ἄδηλον ἔχει τῷ κινδυνεύοντι τὴν ἀσφάλειαν̓, ἀλλʼ ὅτι καὶ τὴν πατρίδʼ ἐντεῦθεν ἑκάστης ἡμέρας ἀφορῶ, εἰς ἣν τοσαύτην εὔνοιαν ἐμαυτῷ σύνοιδα, ὅσης παρʼ ὑμῶν εὔχομαι τυχεῖν.

ὅπως οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μηκέτι πλείω χρόνον τοῖς παροῦσι κακοῖς συνέχωμαι, ψηφίσασθέ μοι ταῦθʼ ἃ καὶ ἄλλοις τισὶν ἤδη, ἵνα μήτʼ ἀνάξιον ὑμῶν μηδέν μοι συμβῇ, μήθʼ ἱκέτης ἑτέρων ἀναγκασθῶ γενέσθαι· οὐδὲ γὰρ ὑμῖν τοῦτο γένοιτʼ ἂν καλόν. ἐπεὶ εἴ γέ μοι τὰ πρὸς ὑμᾶς ἀδιάλλακτα ὑπάρχει, τεθνάναι μοι κρεῖττον ἦν.

εἰκότως δʼ ἄν μοι πιστεύοιτε ταύτην τὴν διάνοιαν ἔχειν καὶ μὴ νῦν μάτην θρασύνεσθαι· καὶ γὰρ ἐμαυτοῦ κυρίους ὑμᾶς ἐποίησα καὶ οὐκ ἔφυγον τὸν ἀγῶνα, ἵνα μήτε προδῶ τὴν ἀλήθειαν μήτʼ ἄκυρος ὑμῶν ἐμοῦ μηδεὶς γένηται, ἀλλʼ ὅ τι βούλοισθε, τοῦτο χρήσαισθε· παρʼ ὧν γὰρ ἁπάντων καλῶν κἀγαθῶν ἔτυχον, τούτους ᾠόμην δεῖν ἔχειν καὶ ἁμαρτεῖν, εἰ βούλοιντο, εἰς ἐμέ.

ἐπειδὴ δὲ καλῶς ποιοῦσʼ ἡ δικαία τύχη τῆς ἀδίκου κρατήσασα δὶς περὶ τῶν αὐτῶν ἀπέδωκεν ὑμῖν βουλεύσασθαι τῷ μηδὲν ἀνήκεστον ἐψηφίσθαι περὶ ἐμοῦ, σῴσατέ μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ψηφίσασθε καὶ ὑμῶν αὐτῶν ἄξια καὶ ἐμοῦ.

ἐπʼ οὐδενὶ γὰρ τῶν πεπραγμένων ἠδικηκότα μʼ εὑρήσετε, οὐδʼ ἐπιτήδειον ἄτιμον εἶναι οὐδʼ ἀπολωλέναι, ἀλλὰ καὶ εὔνουν τῷ πλήθει τῷ ὑμετέρῳ τοῖς μάλισθʼ ὁμοίως, ἵνα μηδὲν ἐπίφθονον γράψω, καὶ πλεῖστα πεπραγματευμένον τῶν νυνὶ ζώντων ὑπὲρ ὑμῶν, καὶ μέγισθʼ ὑπάρχοντά μοι κατʼ ἐμαυτὸν σύμβολʼ εὐνοίας πρὸς ὑμᾶς.

μηδεὶς δʼ ὑμῶν ἡγείσθω μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μήτʼ ἀνανδρίᾳ μήτʼ ἄλλῃ προφάσει φαύλῃ μηδεμιᾷ παρʼ ὅλην τὴν ἐπιστολὴν ὀδύρεσθαι. ἀλλὰ τοῖς παροῦσιν ἕκαστος ἀφθόνως χρῆται, ἐμοὶ δὲ ταῦτα νῦν πάρεστιν, ὡς μήποτʼ ὤφελεν, λῦπαι καὶ δάκρυα καὶ τῆς πατρίδος καὶ ὑμῶν πόθος καὶ ὧν πέπονθα λογισμός, ἃ πάντα ποιεῖ μʼ ὀδύρεσθαι· ἃ ἐπισκοποῦντες δικαίως, ὡσ ἐν οὐδενὶ τῶν πεπολιτευμένων ὑπὲρ ὑμῶν, οὔτε μαλακίαν οὔτʼ ἀνανδρίαν προσοῦσαν εὑρήσετέ μοι.

πρὸς μὲν δὴ πάντας ὑμᾶς τοσαῦτα· ἰδίᾳ δὲ τοῖς ἐμοὶ προσκρούουσιν ἐναντίον ὑμῶν βούλομαι διαλεχθῆναι. ὅσα μὲν γὰρ τοῖς ὑφʼ ὑμῶν ἀγνοηθεῖσιν ὑπηρετοῦντες ἐποίουν, ἔστω διʼ ὑμᾶς αὐτοῖς πεπρᾶχθαι, καὶ οὐδὲν ἐγκαλῶ. ἐπειδὴ δʼ ἐγνώκαθʼ ὑμεῖς οἷα ταῦτʼ ἐστίν, ἐὰν μέν, ὥσπερ ὑπὲρ τῶν λοιπῶν ἐῶσι, καὶ ἐμοὶ συγχωρήσωσι, καλῶς ποιήσουσιν· ἐὰν δʼ ἐπηρεάζειν ἐγχειρῶσιν, ὑμᾶς ἀξιῶ μοι βοηθεῖν ἅπαντας, καὶ μὴ κυριωτέραν τὴν τούτων ἔχθραν τῆς παρʼ ὑμῶν χάριτός μοι γενέσθαι. εὐτυχεῖτε.

Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. περὶ μὲν τῶν κατʼ ἐμαυτόν, ἅ μοι παρʼ ὑμῶν ἐνόμιζον δίκαιον εἶναι γενέσθαι, τὴν προτέραν ἐπιστολὴν ἔπεμψα πρὸς ὑμᾶς· ὑπὲρ ὧν, ὅταν ὑμῖν δοκῇ, τότε συγχωρήσετε. περὶ δʼ ὧν νῦν ἐπέσταλκα, βουλοίμην ἂν ὑμᾶς μὴ παριδεῖν, μηδὲ πρὸς φιλονικίαν, ἀλλὰ πρὸς τὸ δίκαιον ἀκοῦσαι. συμβαίνει γάρ μοι, καίπερ ἐκποδὼν διατρίβοντι, πολλῶν ἀκούειν ἐπιτιμώντων ὑμῖν τοῖς περὶ τοὺς Λυκούργου παῖδας γιγνομένοις.

ἐπέστειλα μὲν οὖν ἂν τὴν ἐπιστολὴν καὶ τῶν ἐκείνῳ ζῶντι πεπραγμένων ἕνεκα, ὧν ὁμοίως ἐμοὶ πάντες ἂν αὐτῷ δικαίως ἔχοιτε χάριν, εἰ τὰ προσήκοντα βούλοισθε ποιεῖν. ἐκεῖνος γὰρ αὑτὸν ἐν τῷ περὶ τὴν διοίκησιν μέρει τάξας τῆς πολιτείας τὸ κατʼ ἀρχάς, καὶ περὶ τῶν Ἑλληνικῶν καὶ συμμαχικῶν οὐδὲν εἰωθὼς γράφειν, ὅτε καὶ τῶν δημοτικῶν εἶναι προσποιουμένων οἱ πολλοὶ κατέλειπον ὑμᾶς, τότε ταῖς τοῦ δήμου προαιρέσεσιν προσένειμεν ἑαυτόν,

οὐχ ὅτι δωρεὰς καὶ προσόδους ἐκ τούτων ὑπῆρχε λαμβάνειν ʽἀπὸ γὰρ τῶν ἐναντίων πάντα τὰ τοιαῦτʼ ἐγίγνετὀ, οὐδʼ ὅτι ταύτην ἀσφαλεστέραν τὴν προαίρεσιν οὖσαν ἑώρα ʽπολλοὺς γὰρ καὶ προδήλους εἶχε κινδύνους, οὓς ἀναγκαῖον ἦν ὑπομεῖναι τὸν ὑπὲρ τοῦ δήμου λέγειν προαιρούμενον̓, ἀλλʼ ὅτι δημοτικὸς καὶ φύσει χρηστὸς ἀνὴρ ἦν.

καίτοι παρὼν ἑώρα τοὺς μὲν βοηθήσαντας ἂν τῷ δήμῳ ἀσθενεῖς ἐπὶ τοῖς συμβεβηκόσιν ὄντας, τοὺς δὲ τἀναντία πράττοντας κατὰ πάντʼ ἐρρωμένους. ἀλλʼ ὅμως οὐδὲν ἧττον ἐκεῖνος εἵλεθʼ ἃ συμφέρειν ἡγεῖτο τῷ δήμῳ, καὶ μετὰ ταῦτʼ ἀόκνως καὶ λέγων καὶ πράττων ἃ προσῆκεν ἦν φανερός, ἐφʼ οἷς εὐθὺς ἐξῃτεῖτο, ὡς ἅπαντες ἴσασιν.

ἐπέστειλα μὲν οὖν ἄν, ὥσπερ εἶπον ἐν ἀρχῇ, καὶ διὰ τὴν ἐκείνου χάριν· οὐ μὴν ἀλλὰ καὶ ὑμῖν νομίζων συμφέρειν τὰς παρὰ τοῖς ἔξω γιγνομένας ἐπιτιμήσεις εἰδέναι, πολλῷ προθυμότερον πρὸς τὸ πέμψαι τὴν ἐπιστολὴν ἔσχον. παραιτοῦμαι δὲ τοὺς ἰδίᾳ πρὸς ἐκεῖνον ἔχοντας δυσκόλως, ὑπομεῖναι τἀληθῆ καὶ τὰ δίκαιʼ ἀκούειν ὑπὲρ αὐτοῦ. εὖ γὰρ ἴστʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι νῦν ἐκ τῶν περὶ τοὺς παῖδας αὐτοῦ γεγενημένων φαύλην δόξαν ἡ πόλις λαμβάνει.

οὐδεὶς γὰρ τῶν Ἑλλήνων ἀγνοεῖ ὅτι ζῶντα Λυκοῦργον ἐτιμᾶθʼ ὑμεῖς εἰς ὑπερβολήν, καὶ πολλῶν αἰτιῶν ἐπενεχθεισῶν ὑπὸ τῶν φθονούντων αὐτῷ οὐδεμίαν πώποθʼ ηὕρετʼ ἀληθῆ, οὕτω δʼ ἐπιστεύετʼ αὐτῷ καὶ δημοτικὸν παρὰ πάντας ἡγεῖσθε, ὥστε πολλὰ τῶν δικαίων ἐν τῷ φῆσαι Λυκοῦργον ἐκρίνετε καὶ τοῦθʼ ὑμῖν ἐξήρκει· οὐ γὰρ ἂν ἦν τοιοῦτον μὴ δοκοῦν ὑμῖν.