Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ὅτι δʼ οὕτω ταῦτʼ ἔχει, μὴ ἐμοὶ πιστεύσητε, ἀλλʼ ἐν βραχεῖ λογίσασθε. ἔστιν ὅπου τις ἀναστὰς εἶπεν παρʼ ὑμῖν πώποτε βουλόμενός τι λαβεῖν τῶν ὑμετέρων παρελήλυθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ ὑμῶν; οὐδεὶς δήπου, ἀλλʼ ὑπὲρ ὑμῶν καὶ διʼ ὑμᾶς, καὶ τοιαύτας προφάσεις λέγουσιν. φέρε δὴ σκέψασθε, τί δή ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὲρ ὧν ἅπαντες λέγουσιν, οὐδὲν βέλτιον τοῖς ὅλοις νῦν ἢ πρότερον πράττετε, οὗτοι δʼ οἱ πάνθʼ ὑπὲρ ὑμῶν, ὑπὲρ αὑτῶν δʼ οὐδεὶς οὐδὲν πώποτʼ εἰρηκώς, ἐκ πτωχῶν πλούσιοι γεγόνασιν; ὅτι φασὶν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλεῖν ὑμᾶς, φιλοῦσι δʼ οὐχ ὑμᾶς ἀλλʼ αὑτούς.

καὶ γελάσαι καὶ θορυβῆσαι καί ποτʼ ἐλπίσαι μετέδωκαν ὑμῖν, λαβεῖν δʼ ἢ κτήσασθαι τῇ πόλει κυρίως ἀγαθὸν οὐδὲν ἂν βούλοιντο. ᾗ γὰρ ἂν ἡμέρᾳ τῆς λίαν ἀρρωστίας ἀπαλλαγῆτε, ταύτῃ τούτους οὐδʼ ὁρῶντες ἀνέξεσθε. νῦν δὲ δραχμῇ καὶ χοῒ καὶ τέτταρσιν ὀβολοῖς ὥσπερ ἀσθενοῦντα τὸν δῆμον διάγουσιν, ὁμοιότατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς παρὰ τῶν ἰατρῶν σιτίοις διδόντες ὑμῖν. καὶ γὰρ ἐκεῖνʼ οὔτʼ ἰσχὺν ἐντίθησιν οὔτʼ ἀποθνῄσκειν ἐᾷ, καὶ ταῦτʼ οὔτʼ ἀπογνόντας ἄλλο τι μεῖζον πράττειν ἐᾷ, οὔτʼ αὔτʼ ἐξαρκεῖν δύναται.

ΝΔ

καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καλὸν καὶ σπουδαῖον, ὅπερ ὑμεῖς εἰώθατε, καὶ ἡμᾶς προνοεῖν, ὅπως τὰ πρὸς τοὺς θεοὺς εὐσεβῶς ἕξει. ἡ μὲν οὖν ἡμετέρα γέγονεν ἐπιμέλειʼ ὑμῖν εἰς δέον· καὶ γὰρ ἐθύσαμεν τῷ Διὶ τῷ σωτῆρι καὶ τῇ Ἀθηνᾷ καὶ τῇ Νίκῃ, καὶ γέγονεν καλὰ καὶ σωτήρια ταῦθʼ ὑμῖν τὰ ἱερά. ἐθύσαμεν δὲ καὶ τῇ Πειθοῖ καὶ τῇ Μητρὶ τῶν θεῶν καὶ τῷ Ἀπόλλωνι, καὶ ἐκαλλιεροῦμεν καὶ ταῦτα. ἦν δʼ ὑμῖν καὶ τὰ τοῖς ἄλλοις θεοῖς τυθένθʼ ἱέρʼ ἀσφαλῆ καὶ βέβαια καὶ καλὰ καὶ σωτήρια. δέχεσθʼ οὖν παρὰ τῶν θεῶν διδόντων τἀγαθά.