Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἡ μὲν εἰωθυῖα πάντα τὸν χρόνον βλάπτειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν λοιδορία καὶ ταραχὴ καὶ νυνὶ γέγονε παρὰ τῶν αὐτῶν ὧνπερ ἀεί. ἄξιον δʼ οὐχ οὕτω τούτοις ἐπιτιμῆσαι (ἴσως γὰρ ὀργῇ καὶ φιλονικίᾳ ταῦτα πράττουσι, καὶ τὸ μέγιστον ἁπάντων, ὅτι συμφέρει ταῦτα ποιεῖν αὐτοῖς) ἀλλʼ ὑμῖν, εἰ περὶ κοινῶν, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων καὶ μεγάλων συνειλεγμένοι τὰς ἰδίας λοιδορίας ἀκροώμενοι κάθησθε, καὶ οὐ δύνασθε πρὸς ὑμᾶς αὐτοὺς λογίσασθαι τοῦθʼ, ὅτι αἱ τῶν ῥητόρων ἁπάντων ἄνευ κρίσεως πρὸς ἀλλήλους λοιδορίαι, ὧν ἂν ἀλλήλους ἐξελέγξωσιν, ὑμᾶς τὰς εὐθύνας διδόναι ποιοῦσιν.

πλὴν γὰρ ὀλίγων ἴσως, ἵνα μὴ πάντας εἴπω, οὐδεὶς αὐτῶν ἅτερος θατέρῳ λοιδορεῖται, ἵνα βέλτιόν τι τῶν ὑμετέρων γίγνηται ʽπολλοῦ γε καὶ δεἶ, ἀλλʼ ἵνα, ἃ τὸν δεῖνά φησι ποιοῦντα ἂν δέῃ δεινότατʼ ἀνθρώπων ποιεῖν, ταῦτʼ αὐτὸς μετὰ πλείονος ἡσυχίας διαπράττηται.

ὅτι δʼ οὕτω ταῦτʼ ἔχει, μὴ ἐμοὶ πιστεύσητε, ἀλλʼ ἐν βραχεῖ λογίσασθε. ἔστιν ὅπου τις ἀναστὰς εἶπεν παρʼ ὑμῖν πώποτε βουλόμενός τι λαβεῖν τῶν ὑμετέρων παρελήλυθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ ὑμῶν; οὐδεὶς δήπου, ἀλλʼ ὑπὲρ ὑμῶν καὶ διʼ ὑμᾶς, καὶ τοιαύτας προφάσεις λέγουσιν. φέρε δὴ σκέψασθε, τί δή ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὲρ ὧν ἅπαντες λέγουσιν, οὐδὲν βέλτιον τοῖς ὅλοις νῦν ἢ πρότερον πράττετε, οὗτοι δʼ οἱ πάνθʼ ὑπὲρ ὑμῶν, ὑπὲρ αὑτῶν δʼ οὐδεὶς οὐδὲν πώποτʼ εἰρηκώς, ἐκ πτωχῶν πλούσιοι γεγόνασιν; ὅτι φασὶν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλεῖν ὑμᾶς, φιλοῦσι δʼ οὐχ ὑμᾶς ἀλλʼ αὑτούς.

καὶ γελάσαι καὶ θορυβῆσαι καί ποτʼ ἐλπίσαι μετέδωκαν ὑμῖν, λαβεῖν δʼ ἢ κτήσασθαι τῇ πόλει κυρίως ἀγαθὸν οὐδὲν ἂν βούλοιντο. ᾗ γὰρ ἂν ἡμέρᾳ τῆς λίαν ἀρρωστίας ἀπαλλαγῆτε, ταύτῃ τούτους οὐδʼ ὁρῶντες ἀνέξεσθε. νῦν δὲ δραχμῇ καὶ χοῒ καὶ τέτταρσιν ὀβολοῖς ὥσπερ ἀσθενοῦντα τὸν δῆμον διάγουσιν, ὁμοιότατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς παρὰ τῶν ἰατρῶν σιτίοις διδόντες ὑμῖν. καὶ γὰρ ἐκεῖνʼ οὔτʼ ἰσχὺν ἐντίθησιν οὔτʼ ἀποθνῄσκειν ἐᾷ, καὶ ταῦτʼ οὔτʼ ἀπογνόντας ἄλλο τι μεῖζον πράττειν ἐᾷ, οὔτʼ αὔτʼ ἐξαρκεῖν δύναται.