Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ὅ τι μὲν μέλλει συνοίσειν πάσῃ τῇ πόλει, τοῦτο καὶ λέγειν εὔχομαι πάντας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμᾶς ἑλέσθαι. ἐγὼ δʼ οὖν, ἃ πεπεικὼς ἐμαυτὸν τυγχάνω μάλιστα συμφέρειν ὑμῖν, ταῦτʼ ἐρῶ, δεηθεὶς ὑμῶν τοσοῦτον, μήτε τοὺς ἐξιέναι κελεύοντας ὑμᾶς διὰ τοῦτο νομίζειν ἀνδρείους, μήτε τοὺς ἀντιλέγειν ἐπιχειροῦντας διὰ τοῦτο κακούς. οὐ γὰρ ὁ αὐτὸς ἔλεγχος, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν τε λόγων καὶ τῶν πραγμάτων ἐστίν, ἀλλὰ δεῖ νῦν εὖ βεβουλευμένους ἡμᾶς φανῆναι, τότε δέ, ἂν ἄρα ταῦτα δοκῇ, τὰ τῆς ἀνδρείας ἀποδείξασθαι.

ἡ μὲν οὖν ὑμετέρα προθυμία παντὸς ἀξία καὶ τοιαύτη πάρεστιν οἵαν ἄν τις εὔξαιτʼ εὔνους ὢν τῇ πόλει· νῦν δʼ ὅσῳ τυγχάνει σπουδαιοτέρα, τοσούτῳ δεῖ μᾶλλον προϊδεῖν ὅπως εἰς δέον καταχρήσεσθʼ αὐτῇ. οὐδενὸς γὰρ εὐδοκιμεῖ πράγματος ἡ προαίρεσις, ἂν μὴ καὶ τὸ τέλος συμφέρον καὶ καλὸν λάβῃ. ἐγὼ δʼ οἶδά ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῖν ἀκούσας ἀνδρὸς οὔτʼ ἀνοήτου δοκοῦντος εἶναι οὔτʼ ἀπείρου πολέμου,