Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἐγὼ δʼ οὐδαμῶς μὲν ἂν ἐβουλόμην ταῦτα συμβῆναι τῇ πόλει, οὐδʼ ἀτυχεῖν ὑμᾶς οὐδέν· εἰ δʼ ἄρʼ ἔδει γενέσθαι καί τι δαιμόνιον τοῦτʼ ἀπέκειτο, ὥσπερ πέπρακται τὰ γεγενημένα, λυσιτελεῖν οἴομαι. τὰ μὲν γὰρ τῆς τύχης ὀξείας ἔχει τὰς μεταβολὰς καὶ κοινὰς ἀμφοτέροις τὰς παρουσίας· ἃ δʼ ἂν διʼ ἀνδρῶν κακίαν πραχθῇ, βεβαίους ποιεῖ τὰς ἥττας.

οἴομαι μὲν οὖν οὐδὲ τοὺς κεκρατηκότας ἀγνοεῖν ὅτι βουληθέντων ὑμῶν καὶ παροξυνθέντων τῷ γεγενημένῳ, οὐ πάνυ πω δῆλον πότερον εὐτύχημʼ ἢ καὶ τοὐναντίον αὐτοῖς ἐστιν τὸ πεπραγμένον· εἰ δʼ ἄρʼ ἐπῆρκε τὸ πρᾶγμʼ αὐτοὺς θρασύνεσθαι, κἂν τοῦτο πρὸς ὑμῶν ἤδη γίγνοιτο. ὅσῳ γὰρ ἂν μᾶλλον καταφρονήσωσι, τοσούτῳ θᾶττον ἁμαρτήσονται.