Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ πάνυ μοι δοκεῖ τις ἂν εἰκότως περὶ ὑμῶν δεῖσαι, μὴ παρὰ τὸ τῶν συμβουλευόντων οὐκ ἐθέλειν ἀκούειν χεῖρον βουλεύσησθε. πρῶτον μὲν γὰρ ἡ τύχη, καλῶς ποιοῦσα, πολλὰ τῶν πραγμάτων ὑμῖν αὐτόματα, ὡς ἂν εὔξαισθε, παρίστησιν, ἐπεὶ τῇ γε τῶν προεστηκότων προνοίᾳ βραχέʼ αὐτῶν εἶχεν ἂν καλῶς. ἔπειθʼ ὑμεῖς οὐ μόνον τοὺς λόγους οὓς ἂν ἕκαστος εἴποι πρόϊστε, ἀλλὰ καὶ ὧν ἕνεκʼ αὐτῶν ἕκαστος δημηγορεῖ, εἰ δὲ μὴ φιλαπέχθημον ἦν, εἶπον ἂν καὶ πόσου.

τὸν δὴ τοῦ φενακίζεσθαι χρόνον ὡς εἰς μικρότατον συνάγοντες σωφρονεῖν ἔμοιγε δοκεῖτε. εἰ μὲν δή τι τῶν αὐτῶν ἔμελλον τοῖς ἄλλοις ἐρεῖν, οὐκ ἂν ᾤμην δεῖν λέγων ἐνοχλεῖν. νῦν δὲ συμφέροντα μὲν ὑμῖν ἀκοῦσαι, παντάπασι δʼ ἀφεστηκότα τῶν ὑπὸ τῶν πολλῶν προσδοκωμένων οἴομαι λόγον ἐρεῖν. βραχὺς δʼ ἔσται. σκέψασθε δʼ ἀκούσαντες, κἂν ὑμῖν ἀρέσκῃ, χρήσασθε.

ΛΖ

καὶ βραχεῖαν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δικαίαν ποιήσομαι τὴν ἀρχὴν τοῦ λόγου· καὶ οὕτω δὲ τὰ πάντʼ ἐρῶ. ἡγοῦμαι γὰρ ἐξαπατᾶν μὲν εἶναι βουλομένου σκοπεῖν ὅντινʼ ὑμᾶς τρόπον τοὺς ἀκούοντας τὰ τοῦ πράγματος δυσχερῆ τῷ λόγῳ συγκρύψεται, ἁπλῶς δὲ πεπεικότος αὑτὸν ὑμῖν προσφέρεσθαι τοῦτο πρῶτον εἶναι, εἰπεῖν πότερʼ ἐγνωκὼς παρελήλυθεν,

ἵνʼ ἐὰν μὲν ἀκούσαντες τοῦτο τοὺς μετὰ ταῦτα λόγους βούλησθʼ ἀκούειν, καὶ διδάσκῃ καὶ φράζῃ τὰ βέλτισθʼ αὑτῷ δοκοῦντα, ἂν δʼ ἀποδοκιμάσητε, ἀπηλλαγμένος ᾖ καὶ μήθʼ ὑμῖν ἐνοχλῇ μήθʼ αὑτὸν κόπτῃ. ἐγὼ δὴ τοῦτο πρῶτον ἐρῶ. ἐμοὶ δοκεῖ Μυτιληναίων ὁ δῆμος ἠδικῆσθαι, καὶ δίκην ὑμῖν ὑπὲρ αὐτοῦ προσήκειν λαβεῖν. καὶ ὅπως λήψεσθʼ ἔχω λέγειν, ἐπειδὰν ὡς ἠδίκηνται καὶ ὑμῖν προσήκει βοηθεῖν ἐπιδείξω.