Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπώτερον ἢ τοῖς αὐτοῖς ἔθεσιν ἐπιτιμᾶν τε καὶ χρῆσθαι τοὺς δημηγοροῦντας. τὸ γὰρ στασιάζειν πρὸς αὑτοὺς καὶ κατηγορεῖν ἀλλήλων ἄνευ κρίσεως, οὐδείς ἐστιν οὕτως ἀγνώμων ὅστις οὐ φήσειεν ἂν βλάβην εἶναι τοῖς πράγμασιν. ἐγὼ δʼ οἴομαι τούτους μὲν ἂν εἶναι βελτίους, εἰ τὴν πρὸς αὑτοὺς φιλονικίαν ἐπὶ τοὺς τῆς πόλεως ἐχθροὺς τρέψαντες ἐδημηγόρουν· ὑμῖν δὲ παραινῶ μὴ συστασιάζειν μηδετέροις τούτων, μηδʼ ὅπως ἅτεροι κρατήσουσι σκοπεῖν, ἀλλʼ ὅπως ὑμεῖς ἅπαντες τῶν ἐχθρῶν περιέσεσθε.

εὔχομαι δὲ τοῖς θεοῖς τοὺς ἢ φιλονικίας ἢ ἐπηρείας ἤ τινος ἄλλης ἕνεκʼ αἰτίας ἄλλο τι, πλὴν ἅ ποθʼ ἡγοῦνται συμφέρειν, λέγοντας παύσασθαι· τὸ γὰρ καταρᾶσθαι συμβουλεύοντʼ ἴσως ἔστʼ ἄτοπον. αἰτιασαίμην μὲν οὖν ἔγωγʼ ἂν οὐδένʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ κακῶς τὰ πράγματʼ ἔχειν ἀλλʼ ἢ πάντας τούτους· οἴομαι δὲ δεῖν παρὰ μὲν τούτων ἐφʼ ἡσυχίας λόγον ὑμᾶς λαβεῖν, νῦν δʼ ὑπὲρ τῶν παρόντων, ὅπως ἔσται βελτίω, σκοπεῖν.