Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

οὐδένʼ ἂν ἀντειπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω, ὡς οὐ κακοῦ πολίτου καὶ φαύλου τὴν γνώμην ἀνδρός ἐστιν οὕτω τινὰ μισεῖν ἢ φιλεῖν τῶν ἐπὶ τὰ κοινὰ προσιόντων ὥστε τοῦ τῇ πόλει βελτίστου μηδὲν φροντίζειν, ἀλλὰ τὰ μὲν πρὸς ἐπήρειαν, τὰ δὲ πρὸς φιλίαν δημηγορεῖν· ἃ ποιοῦσιν ἔνιοι τῶν δευρὶ παριόντων. ἐγὼ δὲ τούτοις μὲν τοσοῦτον ἂν εἴποιμι, ὅτι μοι δοκοῦσιν οὐδʼ εἴ τι πεποιήκασιν τοιοῦτον μέγισθʼ ἡμαρτηκέναι, ἀλλʼ ὅτι δηλοῦσιν οὐδέποτʼ οὐδὲ παύσασθαι παρεσκευασμένοι.

ὑμῖν δὲ παραινῶ μὴ προϊεμένους ὑμᾶς αὐτοὺς ἱκανὸν τοῦτο νομίζειν, δίκην, ὅταν ὑμῖν δόξῃ, παρὰ τούτων λαβεῖν, ἀλλὰ καὶ τούτους, ὅσον ἐστὶν ἐν ὑμῖν, κωλύειν, καὶ αὐτούς, ὥσπερ ὑπὲρ πόλεως προσήκει βουλευομένους, τὰς ἰδίας ἀνελόντας φιλονικίας τὸ κοινῇ βέλτιστον σκοπεῖσθαι, ἐνθυμουμένους ὅτι οὐδείς, οὐδʼ ἅμα πάντες οἱ πολιτευόμενοι, τῶν νόμων, ἐφʼ οἷς ὑμεῖς ἐστε, ἀξιόχρεῴ εἰσι διαφθαρέντων δίκην δοῦναι.

ΙΓ

ἴσως ἐπίφθονον ἄν τισιν, ὦ ἄνδρες Ἀθηναῖοι, δόξειεν εἶναι, εἴ τις ὢν ἰδιώτης καὶ τῶν πολλῶν ὑμῶν εἷς, ἑτέρων συμβεβουλευκότων, οἳ καὶ τῷ πάλαι πολιτεύεσθαι καὶ τῷ παρʼ ὑμῖν δόξαν ἔχειν προέχουσιν, παρελθὼν εἴποι, ὅτι οὐ μόνον αὑτῷ δοκοῦσιν οὐκ ὀρθῶς λέγειν, ἀλλʼ οὐδʼ ἐγγὺς εἶναι τοῦ τὰ δέοντα γιγνώσκειν. οὐ μὴν ἀλλʼ ἔγωγʼ οὕτω σφόδρʼ οἶμαι μᾶλλον ὑμῖν συμφέροντʼ ἐρεῖν τούτων, ὥστʼ οὐκ ὀκνήσω πάνθʼ ἃ τυγχάνουσιν εἰρηκότες, ἄξια μηδενὸς εἶναι φῆσαι. νομίζω δὲ καὶ ὑμᾶς ὀρθῶς ἂν ποιεῖν, εἰ μὴ τὸν λέγοντα, ἀλλὰ τὰ συμβουλευόμενα σκοποῖτε. δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν παρʼ ὑμῶν εὔνοιαν μή τισιν, ὥσπερ ἐκ γένους, ἀλλὰ τοῖς τὰ βέλτιστʼ ἀεὶ λέγουσιν ὑπάρχειν.