Against Theocrines

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

καί μοι λέγε τόν τε νόμον, ὃς κελεύει τὸ ἥμισυ τοῦ τιμήματος ὀφείλειν τῷ δημοσίῳ ὃς ἂν δόξῃ μὴ δικαίως εἰς τὴν ἐλευθερίαν ἀφελέσθαι, καὶ τὴν τοῦ Κηφισοδώρου μαρτυρίαν.

ΝΟΜΟΣ. ΜΑΡΤΥΡΙΑ.

λέγε δὴ κἀκεῖνον τὸν νόμον τὸν ἀπʼ ἐκείνης κελεύοντα τῆς ἡμέρας ὀφείλειν ἀφʼ ἧς ἂν ὄφλῃ, ἐάν τε ἐγγεγραμμένος ᾖ, ἐάν τε μή.

ΝΟΜΟΣ.

πῶς οὖν ἄλλως, ὦ ἄνδρες δικασταί, προσήκει τὸν δικαίως κατηγοροῦντα ἀποφαίνειν ὀρθῶς ἐνδεδειγμένον Θεοκρίνην τουτονί, καὶ μὴ μόνον ἔνοχον ὄντα τῇ ἐνδείξει κατὰ τὰς χιλίας ἐφʼ αἷς ἐνδέδεικται, ἀλλὰ καὶ πολλοῖς ἄλλοις ὀφλήμασιν; ἐγὼ μὲν οὐδαμῶς νομίζω. οὐ γὰρ δὴ προσδοκᾶν γε δεῖ Θεοκρίνην αὐτὸν ὁμολογήσειν ὀφείλειν ὑμῖν τῷ δημοσίῳ καὶ δικαίως ἐνδεδεῖχθαι φήσειν, ἀλλὰ τοὐναντίον πάντα λόγον μᾶλλον ἐρεῖν καὶ πάσας αἰτίας οἴσειν, ὡς καταστασιάζεται, ὡς διὰ τὰς τῶν παρανόμων γραφὰς εἰς ταῦθʼ ἥκει.

λοιπὸν γάρ ἐστιν τοῦτο τοῖς ἐν αὐτοῖς τοῖς πράγμασιν ἐξελεγχομένοις, αἰτίας καὶ προφάσεις εὑρίσκειν αἵτινες τοῦ παρόντος ὑμᾶς ποιήσουσι πράγματος ἐπιλαθομένους τοῖς ἔξω τῆς κατηγορίας λόγοις προσέχειν. ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, εἰ μὲν ἑώρων ἐν τοῖς ἀνεγνωσμένοις νόμοις γεγραμμένον ταῦτα δʼ εἶναι κύρια περὶ τῶν συκοφαντούντων, ἂν μὴ Θεοκρίνης ἐνδειχθεὶς αἰτιᾶσθαι βούληται Θουκυδίδην ἢ Δημοσθένην ἢ καὶ τῶν πολιτευομένων ἄλλον τινά, ἡσυχίαν ἂν ἦγον. νῦν δὲ τούτων οὐδεμίαν ὁρῶ τῶν σκήψεων ὑπόλογον οὖσαν ἐν τοῖς νόμοις, οὐδὲ καινήν, ὥστε προσέχειν νῦν πρῶτον ἀκούσαντας, ἀλλὰ μυριάκις παρὰ τῶν κρινομένων εἰρημένην.

ἀκούω δὲ καὶ παρὰ τῶν πρεσβυτέρων, ὦ ἄνδρες δικασταί, ὡς ἄρα προσῆκόν ἐστιν ὅλως μὲν μηδενὶ μηδεμίαν συγγνώμην ὑπάρχειν παραβαίνοντι τοὺς νόμους, εἰ δʼ ἄρα δεῖ, μὴ τοῖς συνεχῶς οὖσι πονηροῖς μηδὲ τοῖς ἐπʼ ἀργυρίῳ τοὺς νόμους προϊεμένοις (οὐ γὰρ εἰκός), ἀλλʼ οἵτινες ἂν διὰ τὴν αὑτῶν ἀπραγμοσύνην ἄκοντές τι τῶν γεγραμμένων παραβῶ- σιν. ὧν οὐδεὶς ἂν δήπου Θεοκρίνην τουτονὶ φήσειεν εἶναι, ἀλλὰ τοὐναντίον οὐδενὸς τῶν ἐν τοῖς νόμοις ἄπειρον.

διὸ καὶ δεῖ φυλάττειν αὐτόν, μὴ πρὸς τοὺς ἐμοὺς λόγους μηδὲ τοὺς ὑπὸ τούτου ῥηθησομένους ἀποβλέποντας. οὐ γὰρ δίκαιον τοὺς ὑπὲρ τῶν νόμων καθημένους μακροῖς λόγοις καὶ κατηγορίαις προσέχειν, ἀλλʼ οἷς ἂν ἅπαντες ῥᾳδίως ἐπακολουθήσαιτε, καὶ διʼ ὧν δόξετε πᾶσι τοῖς ἐν τῇ πόλει τῶν νόμων ἀξίως ταύτην τὴν ἔνδειξιν δικάσαι, σαφῶς ἐρωτῶντας τί λέγεις, Θεοκρίνη καὶ πάντες οἱ τῶν αὐτῶν τούτῳ μετέχοντες; ἀξιοῦθʼ ἡμᾶς, κατὰ τοὺς νόμους ὀμωμοκότας δικάσειν, παρὰ τούτους διὰ τοὺς ὑμετέρους λόγους ψηφίζεσθαι;

μεμαρτυρηκότος μὲν ἡμῖν τοῦ Μίκωνος, καθʼ οὗ δοὺς Θεοκρίνης οὑτοσὶ τὴν φάσιν οὐκ ἐπεξῆλθε, καὶ πεποιηκότος αὑτὸν τούτοις ὑπόδικον, ὁμολογοῦντος δὲ τοῦ γραμματέως λαβεῖν τὴν φάσιν παρὰ τούτου, καὶ πεποιηκυίας τῆς μαρτυρίας τῆς ὀλίγον τι πρότερον ἀναγνωσθείσης αὐτὸν ὑπόδικον; ἔτι δὲ τῶν τοῦ ἐμπορίου ἐπιμελητῶν μόλις μέν, ἀλλʼ οὖν ταὐτὰ τούτοις μεμαρτυρηκότων; πρὸς δὲ τούτοις τῶν ἰδόντων ἐκκειμένην τὴν φάσιν καὶ προσελθόντων τοῖς ἄρχουσι μαρτυρούντων, ὥσπερ ὀλίγον πρότερον ἠκούσατε; ἀλλʼ οὐ δίκαιον, ὦ ἄνδρες δικασταί.

οὐ γὰρ δὴ διὰ τὸν τρόπον γε τὸν τοῦ φεύγοντος καὶ τὸν βίον ψευδεῖς ὑπολήψεσθε τὰς μαρτυρίας τὰς ἀνεγνωσμένας εἶναι. πολὺ γὰρ ἐκ τοῦ τρόπου σαφέστερον ἐπιδείκνυται Θεοκρίνης τοιοῦτος ὢν ἢ διὰ τῶν εἰρημένων. τί γὰρ οὐ πεποίηκεν οὗτος ὧν ἂν πονηρὸς καὶ συκοφάντης ἄνθρωπος ποιήσειεν; οὐ διὰ μὲν τὴν τούτου πονηρίαν ἁδελφὸς αὐτοῦ θεσμοθετῶν καὶ τούτῳ χρώμενος συμβούλῳ τοιοῦτος ἔδοξε παρʼ ὑμῖν ἄνθρωπος εἶναι, ὥστε οὐ μόνον αὐτὸς ἀπεχειροτο- νήθη τῶν ἐπιχειροτονιῶν οὐσῶν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἅπασαν ἐποίησεν; καὶ εἰ μὴ δεομένων αὐτῶν καὶ ἱκετευόντων, καὶ λεγόντων ὡς οὐκέτι πρόσεισιν Θεοκρίνης πρὸς τὴν ἀρχήν, ἐπείσθηθʼ ὑμεῖς καὶ πάλιν ἀπέδοτε τοὺς στεφάνους αὐτοῖς, πάντων ἂν αἴσχιστα οἱ συνάρχοντες ἐπεπόνθεσαν;

καὶ τούτων οὐδέν με δεῖ μάρτυρας ὑμῖν παρασχέσθαι· πάντες γὰρ ἴστε τοὺς ἐπὶ Λυκίσκου ἄρχοντος θεσμοθέτας ἀποχειροτονηθέντας ἐν τῷ δήμῳ διὰ τοῦτον. ὧν ἀναμιμνῃσκομένους ὑμᾶς χρὴ τὸν αὐτὸν ὑπολαμβάνειν εἶναι τοῦτον καὶ πρότερον καὶ νῦν. οὐ πολλῷ τοίνυν χρόνῳ ὕστερον τῆς ἀποχειροτονίας, τελευτήσαντος αὐτῷ τοῦ ἀδελφοῦ βιαίῳ θανάτῳ, τοιοῦτος ἐγένετο περὶ αὐτὸν οὗτος, ὥστε ζητήσας τοὺς δράσαντας καὶ πυθόμενος οἵτινες ἦσαν, ἀργύριον λαβὼν ἀπηλλάγη.

καὶ τὴν μὲν ἀρχὴν ἣν ἐκεῖνος ἄρχων ἐτελεύτησεν, ἱεροποιὸς ὤν, παρὰ τοὺς νόμους ἦρχεν οὗτος, οὔτε λαχὼν οὔτʼ ἐπιλαχών· ὑπὲρ ὧν δʼ ἔπαθεν ἐκεῖνος, μέχρι τούτου σχετλιάζων περιῄει καὶ φάσκων εἰς Ἄρειον πάγον Δημοχάρην προσκαλεῖσθαι, ἕως διελύσατο πρὸς τοὺς τὴν αἰτίαν ἔχοντας. χρηστός γʼ ἐστὶ καὶ πιστὸς καὶ κρείττων χρημάτων. οὐδʼ ἂν αὐτὸς φήσειεν. οὐ γὰρ τοσούτων δεῖσθαί φασι δεῖν τὸν δικαίως καὶ μετρίως τῶν κοινῶν ἐπιμελησόμενον, ἀλλὰ πάντων τούτων εἶναι κρείττω διʼ ὧν ἀναλίσκουσιν εἰς ἑαυτοὺς ἃ λαμβάνουσιν.

καὶ τὰ μὲν πρὸς τὸν ἀδελφὸν αὐτῷ πεπραγμένα τοιαῦτά ἐστιν· ἃ δὲ πρὸς τὴν πόλιν προσελθὼν διῴκηται (δευτέρους γὰρ ὑμᾶς φήσει φιλεῖν μετὰ τοὺς οἰκείους) ἄξιον ἀκοῦσαι. ἄρξομαι δʼ ἀπὸ τῶν πρὸς ἡμᾶς αὐτῷ πεπραγμένων. τοῦ γὰρ πατρὸς κατηγορῶν, ὦ ἄνδρες δικασταί, ὅτε τὴν τῶν παρανόμων αὐτὸν ἐδίωκε γραφήν, ἔλεγεν ὡς ἐπιβεβουλευμένος ὁ παῖς εἴη περὶ οὗ τὸ ψήφισμα γεγραμμένον ἦν, ἐν ᾧ τὴν σίτησιν ἔγραψεν Χαριδήμῳ ὁ πατὴρ τῷ Ἰσχομάχου υἱῷ,