Apollodorus Against Timotheus

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

πανταχόθεν δὲ ἀπορούμενος, καὶ ἐν ἀγῶνι τῷ μεγίστῳ καθεστηκὼς περὶ τοῦ σώματος διὰ τὸ συμβεβηκέναι τῇ πόλει τοιαῦτα πράγματα, ἄμισθον μὲν τὸ στράτευμα καταλελύσθαι ἐν Καλαυρείᾳ, πολιορκεῖσθαι δὲ τοὺς περὶ Πελοπόννησον συμμάχους ὑπὸ Λακεδαιμονίων, κατηγορούντων δὲ τοῦτον αἴτιον εἶναι τῆς παρούσης ἀτυχίας Ἰφικράτους καὶ Καλλιστράτου, ἔτι δὲ τῶν ἀφικνουμένων ἀπὸ στρατεύματος ἀπαγγελλόντων ἐν τῷ δήμῳ τὴν παροῦσαν ἔνδειαν καὶ ἀπορίαν, τὰ δὲ καὶ διʼ ἐπιστολῶν ἑκάστου πυνθανομένου παρὰ τῶν οἰκείων καὶ ἐπιτηδείων ὡς διέκειντο (ὧν ἀκούοντες ὑμεῖς ἐν τῷ δήμῳ τότε ἀναμνήσθητε πῶς ἕκαστος περὶ αὐτοῦ τὴν γνώμην εἶχεν·

οὐ γὰρ ἀγνοεῖτε τὰ λεγόμενα), μέλλων τοίνυν καταπλεῖν ἐπὶ τὴν κρίσιν, ἐν Καλαυρείᾳ δανείζεται χιλίας δραχμὰς παρὰ Ἀντιφάνους τοῦ Λαμπτρέως, ὃς ἐπέπλει ταμίας Φιλίππῳ τῷ ναυκλήρῳ, ἵνα διαδοίη τοῖς Βοιωτίοις τριηράρχοις, καὶ παραμένωσιν ἕως ἂν αὐτῷ ἡ κρίσις γένηται, καὶ μὴ καταλυθεισῶν πρότερον τῶν Βοιωτίων τριήρων καὶ διαπελθόντων τῶν στρατιωτῶν μᾶλλον αὐτῷ ὀργίζησθε ὑμεῖς.

οἱ μὲν γὰρ πολῖται ἠνείχοντο κακοπαθοῦντες καὶ παρέμενον· οἱ δὲ Βοιωτοὶ οὐκ ἔφασαν παραμενεῖν, εἰ μή τις αὐτοῖς τὴν καθʼ ἡμέραν τροφὴν δώσει. τότε οὖν ἀναγκαζόμενος δανείζεται τὰς χιλίας δραχμὰς παρὰ τοῦ Ἀντιφάνους, ὃς ἐπέπλει ταμιεύων Φιλίππῳ τῷ ναυκλήρῳ, καὶ δίδωσι τῷ Βοιωτίῳ ἄρχοντι τῶν νεῶν.

ἐπειδὴ δὲ ἀφίκετο δεῦρο, ἀπῄτουν αὐτὸν ὅ τε Φίλιππος καὶ Ἀντιφάνης τὰς χιλίας δραχμὰς ἃς ἐδανείσατο ἐν Καλαυρείᾳ, καὶ ἠγανάκτουν ὅτι οὐ ταχὺ ἀπελάμβανον. φοβούμενος δὲ οὗτος τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ, μὴ πύθοιντο ὅτι, ἃς ἐν τῷ λόγῳ ἀπήνεγκεν χιλίας δραχμὰς δεδωκὼς εἰς τὰς Βοιωτίας ναῦς ἐκ τῶν στρατιωτικῶν χρημάτων,

ταύτας Φίλιππος δανείσας ἀποστερεῖται, καὶ ἅμα δεδιὼς τὸν Φίλιππον, μὴ καταμαρτυροίη αὑτοῦ ἐν τῷ ἀγῶνι, προσελθὼν τῷ πατρὶ τῷ ἐμῷ ἐδεήθη ἀπαλλάξαι τὸν Φίλιππον καὶ χρῆσαι αὑτῷ τὰς χιλίας δραχμάς, ἵνα ἀποδοίη Φιλίππῳ. ὁρῶν δὲ ὁ πατὴρ ὁ ἐμὸς τό τε μέγεθος τοῦ ἀγῶνος ἡλίκον ἦν τούτῳ, καὶ ὡς ἠπορεῖτο οὗτος, καὶ ἐλεῶν αὐτόν, προσαγαγὼν πρὸς τὴν τράπεζαν ἐκέλευσεν ἀποδοῦναι Φιλίππῳ χιλίας δραχμὰς τὸν Φορμίωνα τὸν ἐπικαθήμενον ἐπὶ τῇ τραπέζῃ, καὶ γράψαι ὀφείλοντα Τιμόθεον.

καὶ ταῦτα ὅτι ἀληθῆ ἐστιν, τὸν δόντα τὸ ἀργύριον Φορμίωνα ὑμῖν μάρτυρα παρέξομαι, ἐπειδὰν καὶ περὶ τοῦ ἄλλου συμβολαίου διηγήσωμαι ὑμῖν, ἵνα τῇ αὐτῇ μαρτυρίᾳ περὶ ὅλου τοῦ χρέως ἀκούσαντες εἰδῆτε ὅτι ἀληθῆ λέγω. καλῶ δʼ ὑμῖν καὶ τὸν Ἀντιφάνην τὸν δανείσαντα τὸ ἀργύριον τούτῳ, τὰς χιλίας δραχμάς, ἐν Καλαυρείᾳ, καὶ παρόντα ὅτε ἀπέλαβε Φίλιππος τὸ ἀργύριον παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐνθάδε.