Against Aphobus II

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

ὡς γὰρ τὰς δίκας ταύτας ἔμελλον εἰσιέναι κατʼ αὐτῶν, ἀντίδοσιν ἐπʼ ἐμὲ παρεσκεύασαν, ἵνʼ εἰ μὲν ἀντιδοίην, μὴ ἐξείη μοι πρὸς αὐτοὺς ἀντιδικεῖν, ὡς καὶ τῶν δικῶν τούτων τοῦ ἀντιδόντος γιγνομένων, εἰ δὲ μηδὲν τούτων ποιοίην, ἵνʼ ἐκ βραχείας οὐσίας λῃτουργῶν παντάπασιν ἀναιρεθείην. καὶ τοῦτʼ αὐτοῖς ὑπηρέτησε Θρασύλοχος ὁ Ἀναγυράσιος· ᾧ τούτων οὐδὲν ἐνθυμηθεὶς ἀντέδωκα μέν, ἀπέκλεισα δʼ ὡς διαδικασίας τευξόμενος· οὐ τυχὼν δὲ ταύτης, τῶν χρόνων ὑπογύων ὄντων, ἵνα μὴ στερηθῶ τῶν δικῶν, ἀπέτεισα τὴν λῃτουργίαν ὑποθεὶς τὴν οἰκίαν καὶ τἀμαυτοῦ πάντα, βουλόμενος εἰς ὑμᾶς εἰσελθεῖν τὰς πρὸς τουτουσὶ δίκας.

ἆρʼ οὐ μεγάλα μὲν ἐξ ἀρχῆς ἠδίκημαι, μεγάλα δʼ, ὅτι δίκην ζητῶ λαβεῖν, νῦν ὑπʼ αὐτῶν βλάπτομαι; τίς δʼ οὐκ ἂν ὑμῶν τούτῳ μὲν φθονήσειε δικαίως, ἡμᾶς δʼ ἐλεήσειεν, ὁρῶν τῷ μὲν πρὸς τῇ οὐσίᾳ τῇ παραδοθείσῃ πλεῖν ἢ δέκα ταλάντων τὴν ἐμὴν τοσαύτην οὖσαν προσγεγενημένην, ἡμᾶς δὲ μὴ μόνον τῶν πατρῴων διημαρτηκότας, ἀλλὰ καὶ τῶν νῦν παραδοθέντων διὰ τὴν τούτων πονηρίαν ἀπεστερημένους; ποῖ δʼ ἂν τραποίμεθα, εἴ τι ἄλλο ψηφίσαισθʼ ὑμεῖς περὶ αὐτῶν; εἰς τὰ ὑποκείμενα τοῖς δανείσασιν; ἀλλὰ τῶν ὑποθεμένων ἐστίν. ἀλλʼ εἰς τὰ περιόντʼ αὐτῶν; ἀλλὰ τούτου γίγνεται, τὴν ἐπωβελίαν ἐὰν ὄφλωμεν.

μηδαμῶς, ὦ ἄνδρες δικασταί, γένησθʼ ἡμῖν τοσούτων αἴτιοι κακῶν· μηδὲ τὴν μητέρα κἀμὲ καὶ τὴν ἀδελφὴν ἀνάξια παθόντας περιίδητε, οὓς ὁ πατὴρ οὐκ ἐπὶ ταύταις ταῖς ἐλπίσιν κατέλιπεν, ἀλλὰ τὴν μὲν ὡς Δημοφῶντι συνοικήσουσαν ἐπὶ δυοῖν ταλάντοιν προικί, τὴν δʼ ἐπʼ ὀγδοήκοντα μναῖς τούτῳ τῷ σχετλιωτάτῳ πάντων ἀνθρώπων, ἐμὲ δʼ ὑμῖν διάδοχον ἀνθʼ αὑτοῦ τῶν λῃτουργιῶν ἐσόμενον.

βοηθήσατʼ οὖν ἡμῖν, βοηθήσατε, καὶ τοῦ δικαίου καὶ ὑμῶν αὐτῶν ἕνεκα καὶ ἡμῶν καὶ τοῦ πατρὸς τοῦ τετελευτηκότος. σῴσατε, ἐλεήσατε, ἐπειδή μʼ οὗτοι συγγενεῖς ὄντες οὐκ ἠλέησαν. εἰς ὑμᾶς καταπεφεύγαμεν. ἱκετεύω, ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, πρὸς τῶν ὄντων ἀγαθῶν ὑμῖν. οὕτως ὄναισθε τούτων, μὴ περιίδητέ με, μηδὲ ποιήσητε τὴν μητέρα καὶ τῶν ἐπιλοίπων ἐλπίδων εἰς τὸν βίον στερηθεῖσαν ἀνάξιον αὑτῆς τι παθεῖν·