On the False Embassy
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
καίτοι τῶν σκήψεων τούτων οὐδεμίʼ ἐστὶ πολιτικὴ οὐδὲ δικαία. οὐδένα γὰρ τὰ κοινὰ πράττειν ὑμεῖς κελεύετε οὐδʼ ἀναγκάζετε· ἀλλʼ ἐπειδάν τις ἑαυτὸν πείσας δύνασθαι προσέλθῃ, πρᾶγμα ποιοῦντες ἀνθρώπων χρηστῶν καὶ φιλανθρώπων, εὐνοϊκῶς δέχεσθε καὶ οὐ φθονερῶς, ἀλλὰ καὶ χειροτονεῖτε καὶ τὰ ὑμέτερʼ αὐτῶν ἐγχειρίζετε.
ἐὰν μὲν οὖν κατορθοῖ τις, τιμήσεται καὶ πλέον ἕξει τῶν πολλῶν κατὰ τοῦτο· ἂν δʼ ἀποτυγχάνῃ, σκήψεις καὶ προφάσεις ἐρεῖ; ἀλλʼ οὐ δίκαιον. οὐ γὰρ ἂν ἐξαρκέσειε τοῖς ἀπολωλόσι συμμάχοις οὐδὲ τοῖς παισὶν αὐτῶν οὐδὲ ταῖς γυναιξὶν οὐδὲ τοῖς ἄλλοις διὰ τὴν ἀβελτερίαν τὴν ἐμήν, ἵνα μὴ τὴν τούτου λέγω, τοιαῦτα πεπονθέναι· πολλοῦ γε καὶ δεῖ.
ἀλλʼ ὅμως ὑμεῖς ἄφετʼ Αἰσχίνῃ τὰ δεινὰ ταῦτα καὶ ὑπερβάλλοντα, ἂν διʼ εὐήθειαν ἢ διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν λελυμασμένος φανῇ. ἂν μέντοι διὰ πονηρίαν ἀργύριον λαβὼν καὶ δῶρα, καὶ τοῦτʼ ἐξελεγχθῇ σαφῶς ὑπʼ αὐτῶν τῶν πεπραγμένων, μάλιστα μέν, εἰ οἷόν τʼ, ἀποκτείνατε, εἰ δὲ μή, ζῶντα τοῖς λοιποῖς παράδειγμα ποιήσατε. σκοπεῖτε δὴ τὸν ὑπὲρ τούτων ἔλεγχον, ὡς δίκαιος ἔσται, μεθʼ ὑμῶν.
ἀνάγκη δή που τοὺς λόγους τούτους Αἰσχίνην πρὸς ὑμᾶς εἰπεῖν τουτονί, τοὺς περὶ τῶν Φωκέων καὶ τῶν Θεσπιῶν καὶ τῆς Εὐβοίας, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἑκὼν ἐξηπάτα, δυοῖν θάτερον, ἢ διαρρήδην ἀκούσανθʼ ὑποσχομένου Φιλίππου ὅτι πράξει ταῦτα καὶ ποιήσει, ἢ εἰ μὴ τοῦτο, γοητευθέντα καὶ φενακισθέντα τῇ περὶ τἄλλα φιλανθρωπίᾳ καὶ ταῦτʼ ἐλπίσαντα παρʼ αὐτοῦ. οὐκ ἔνεστι τούτων οὐδὲ ἓν χωρίς.
ἐκ τοίνυν τούτων ἀμφοτέρων μάλιστα πάντων ἀνθρώπων μισεῖν αὐτῷ προσήκει Φίλιππον. διὰ τί; ὅτι τὸ μὲν ἐκείνου μέρος πάντʼ αὐτῷ γέγονεν τὰ δεινότατα καὶ τὰ αἴσχιστα. ὑμᾶς ἐξηπάτηκεν, ἀδοξεῖ, δικαίως ἀπόλωλε, κρίνεται· καὶ εἴ γέ τι τῶν προσηκόντων ἐγίγνετο, ἐν εἰσαγγελίᾳ πάλαι ἂν ἦν· νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πραότητʼ εὐθύνας δίδωσι, καὶ ταύτας ὁπηνίκα βούλεται. ἔστιν οὖν ὅστις ὑμῶν φωνὴν ἀκήκοεν Αἰσχίνου κατηγοροῦντος Φιλίππου; τί δʼ; ἐξελέγχοντʼ ἢ λέγοντά τι τοῦτον ἑόρακεν;[*](104 ad 109)
οὐδὲ εἷς· ἀλλὰ πάντες Ἀθηναῖοι πρότερον κατηγοροῦσι Φιλίππου, καὶ ὁ τυχὼν ἀεί, ὧν οὐδὲν οὐδεὶς ἠδίκηται, ἰδίᾳ δήπου. ἐγὼ δʼ ἐκείνους τοὺς λόγους ἐζήτουν παρὰ τούτου, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἦν, ἄνδρες Ἀθηναῖοι, ἐμοὶ μὲν χρήσασθʼ ὅ τι βούλεσθε· ἐπίστευσʼ, ἐξηπατήθην, ἥμαρτον, ὁμολογῶ. τὸν δʼ ἄνθρωπον, ἄνδρες Ἀθηναῖοι, φυλάττεσθε· ἄπιστος, γόης, πονηρός. οὐχ ὁρᾶθʼ οἷα πεποίηκεν ἐμέ; οἷʼ ἐξηπάτηκεν; τούτων οὐδένʼ ἀκούω τῶν λόγων, οὐδʼ ὑμεῖς.
διὰ τί; ὅτι οὐ παρακρουσθεὶς οὐδʼ ἐξαπατηθείς, ἀλλὰ μισθώσας αὑτὸν καὶ λαβὼν ἀργύριον ταῦτʼ εἶπε καὶ προὔδωκεν ἐκείνῳ, καὶ γέγονεν καλὸς κἀγαθὸς καὶ δίκαιος μισθωτὸς ἐκείνῳ, πρεσβευτὴς μέντοι καὶ πολίτης ὑμῖν προδότης καὶ τρίς, οὐχ ἅπαξ, ἀπολωλέναι δίκαιος.
οὐ τοίνυν ἐκ τούτων μόνον δῆλός ἐσθʼ ὅτι χρημάτων ἅπαντʼ εἶπεν ἐκεῖνα· ἀλλʼ ἧκον ὡς ὑμᾶς ἔναγχος Θετταλοὶ καὶ Φιλίππου πρέσβεις μετʼ αὐτῶν, ἀξιοῦντες ὑμᾶς Φίλιππον Ἀμφικτύονʼ εἶναι ψηφίσασθαι. τῷ προσῆκεν οὖν ἀντειπεῖν τούτοις μάλιστα πάντων ἀνθρώπων; Αἰσχίνῃ τουτῳί. διὰ τί; ὅτι οἷς οὗτος ἀπήγγειλε πρὸς ὑμᾶς, τούτοις τἀναντίʼ ἐποίησεν ἐκεῖνος.
οὗτος μὲν γὰρ ἔφη Θεσπιὰς καὶ Πλαταιὰς αὐτὸν τειχιεῖν, καὶ τοὺς μὲν Φωκέας οὐκ ἀπολεῖν, τὴν δὲ Θηβαίων ὕβριν καταλύσειν· ὁ δὲ τοὺς μὲν Θηβαίους μείζους ἢ προσῆκε πεποίηκε, τοὺς δὲ Φωκέας ἄρδην ἀπολώλεκε, καὶ τὰς μὲν Θεσπιὰς καὶ Πλαταιὰς οὐ τετείχικε, τὸν δʼ Ὀρχομενὸν καὶ τὴν Κορώνειαν προσεξηνδραπόδισται. πῶς ἂν ἐναντιώτερα πράγμαθʼ ἑαυτοῖς τούτων γένοιτο; οὐ τοίνυν ἀντεῖπεν, οὐδὲ διῆρε τὸ στόμα, οὐδʼ ἐφθέγξατʼ ἐναντίον οὐδέν.
καὶ οὐχὶ τοῦτό πω δεινόν, τηλικοῦτον ὄν. ἀλλὰ καὶ συνεῖπε μόνος τῶν ἐν τῇ πόλει πάντων ἀνθρώπων. καίτοι τοῦτό γʼ οὐδὲ Φιλοκράτης ἐτόλμησε ποιῆσαι ὁ μιαρός, ἀλλʼ Αἰσχίνης οὑτοσί. καὶ θορυβούντων ὑμῶν καὶ οὐκ ἐθελόντων ἀκούειν αὐτοῦ, καταβαίνων ἀπὸ τοῦ βήματος, ἐνδεικνύμενος τοῖς πρέσβεσι τοῖς παρὰ τοῦ Φιλίππου παροῦσι, πολλοὺς ἔφη τοὺς θορυβοῦντας εἶναι, ὀλίγους δὲ τοὺς στρατευομένους ὅταν δέῃ, (μέμνησθε γὰρ δήπου,) αὐτὸς ὤν, οἶμαι, θαυμάσιος στρατιώτης, ὦ Ζεῦ.
ἔτι τοίνυν, εἰ μὲν μηδένα μηδὲν ἔχοντʼ εἴχομεν δεῖξαι τῶν πρέσβεων, μηδʼ ἦν ὥστʼ ἰδεῖν ἅπαντας, βασάνους καὶ τὰ τοιαῦθʼ ὑπόλοιπον ἂν ἦν σκοπεῖν. εἰ δὲ Φιλοκράτης μὴ μόνον ὡμολόγει παρʼ ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ἀλλὰ καὶ ἐδείκνυεν ὑμῖν, πυροπωλῶν, οἰκοδομῶν, βαδιεῖσθαι φάσκων κἂν μὴ χειροτονῆθʼ ὑμεῖς, ξυληγῶν, τὸ χρυσίον καταλλαττόμενος φανερῶς ἐπὶ ταῖς τραπέζαις, οὐκ ἔνι δήπου τοῦτον εἰπεῖν ὡς οὐκ εἴληφε, τὸν αὐτὸν ὁμολογοῦντα καὶ δεικνύντα.
ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἀνόητος ἢ κακοδαίμων, ὥσθʼ ἵνα λαμβάνῃ μὲν Φιλοκράτης, ἀδοξῇ δʼ αὐτὸς καὶ κινδυνεύῃ, ἐξὸν αὐτῷ μετὰ τῶν μηδὲν ἠδικηκότων ἐξετάζεσθαι, τούτοις μὲν πολεμεῖν, πρὸς δʼ ἐκεῖνον ἐλθὼν κρίνεσθαι βούλεται; ἐγὼ μὲν οὐδένʼ οἶμαι. ἀλλὰ πάντα ταῦτʼ, ἐὰν ὀρθῶς σκοπῆτε, εὑρήσετε μεγάλʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐναργῆ σημεῖα τοῦ χρήματα τοῦτον ἔχειν.
ὃ τοίνυν ὕστατον μὲν γέγονεν, οὐδενὸς δʼ ἐστὶν ἔλαττον σημεῖον τοῦ πεπρακέναι τοῦτον ἑαυτὸν Φιλίππῳ, θεάσασθε. ἴστε δήπου πρώην, ὅτʼ εἰσήγγελλεν Ὑπερείδης Φιλοκράτην, ὅτι παρελθὼν ἐγὼ δυσχεραίνειν ἔφην ἕν τι τῆς εἰσαγγελίας, εἰ μόνος Φιλοκράτης τοσούτων καὶ τοιούτων ἀδικημάτων αἴτιος γέγονεν, οἱ δʼ ἐννέα τῶν πρέσβεων μηδενός. καὶ οὐκ ἔφην τοῦθʼ οὕτως ἔχειν· οὐδαμοῦ γὰρ ἂν φανῆναι καθʼ αὑτὸν ἐκεῖνον, εἰ μὴ τοὺς συναγωνιζομένους τούτων τινὰς εἶχεν.
ἵνʼ οὖν μήτʼ ἀφῶ μήτʼ αἰτιάσωμαι μηδένʼ, ἔφην, ἐγώ, ἀλλὰ τὸ πρᾶγμʼ αὐτὸ τοὺς μὲν αἰτίους εὕρῃ, τοὺς δὲ μὴ μετεσχηκότας ἀφῇ, ἀναστὰς ὁ βουλόμενος καὶ παρελθὼν εἰς ὑμᾶς ἀποφηνάσθω μὴ μετέχειν μηδʼ ἀρέσκειν αὐτῷ τὰ ὑπὸ Φιλοκράτους πεπραγμένα. καὶ τὸν τοῦτο ποιήσαντʼ ἀφίημʼ ἔγωγʼ, ἔφην. ταῦτα μνημονεύεθʼ, ὡς ἐγᾦμαι. οὐ τοίνυν παρῆλθεν οὐδεὶς οὐδʼ ἔδειξεν ἑαυτόν.