On Organization

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

ἐγὼ δʼ εἰ μὲν ὑμᾶς δυναίμην ὧν λέγω τι πεῖσαι, τηλικαῦτʼ ἂν οἶμαι τὴν πόλιν πρᾶξαι ἀγαθὰ ὥστʼ, εἰ νῦν εἰπεῖν ἐπιχειρήσαιμι, πολλοὺς ἂν ἀπιστῆσαι ὡς μείζοσιν ἢ δυνατοῖς· οὐ μὴν οὐδὲ τοῦτο μικρὸν ὠφελεῖν οἶμαι, εἰ τὰ βέλτιστʼ ἀκούειν ὑμᾶς συνεθίζω. δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν βουλόμενόν τι ποιῆσαι τὴν πόλιν ἡμῶν ἀγαθὸν τὰ ὦτα πρῶτον ὑμῶν ἰάσασθαι· διέφθαρται γάρ· οὕτω πολλὰ καὶ ψευδῆ καὶ πάντα μᾶλλον ἢ τὰ βέλτιστʼ ἀκούειν εἴθισθε.

οἷον (ὅπως δὲ μὴ θορυβήσει μοι μηδείς, πρὶν ἂν ἅπαντʼ εἴπω) ἀνέῳξαν δήπου πρώην τινὲς τὸν ὀπισθόδομον. οὐκοῦν οἱ παριόντες ἅπαντες τὸν δῆμον καταλελύσθαι, τοὺς νόμους οὐκέτʼ εἶναι, τοιαῦτʼ ἔλεγον. καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, (καὶ σκοπεῖτʼ ἂν ἀληθῆ λέγω) οἱ μὲν ταῦτα ποιοῦντες ἄξιʼ ἐποίουν θανάτου, ὁ δῆμος δʼ οὐ διὰ τούτων καταλύεται. πάλιν κώπας τις ὑφείλετο· μαστιγοῦν, στρεβλοῦν πάντες οἱ λέγοντες, τὸν δῆμον καταλύεσθαι. ἐγὼ δὲ τί φημί; τὸν μὲν ὑφαιρούμενον θανάτου ποιεῖν ἄξια, ὥσπερ ἐκεῖνοι, τὸν δῆμον δʼ οὐ διὰ τούτων καταλύεσθαι.

ἀλλὰ πῶς καταλύεται, οὐδεὶς λέγει οὐδὲ παρρησιάζεται. ἐγὼ δὲ φράσω· ὅταν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, φαύλως ἠγμένοι, πολλοὶ καὶ ἄποροι καὶ ἄοπλοι καὶ ἀσύντακτοι καὶ μὴ ταὐτὰ γιγνώσκοντες ἦτε, καὶ μήτε στρατηγὸς μήτʼ ἄλλος μηδεὶς ὧν ἂν ὑμεῖς ψηφίσησθε φροντίζῃ, καὶ ταῦτα μηδεὶς λέγειν ἐθέλῃ μηδʼ ἐπανορθοῖ, μηδʼ ὅπως παύσεται τοιαῦτʼ ὄντα πράττῃ, ὃ νῦν ἀεὶ συμβαίνει.

καὶ νὴ Δίʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἕτεροί γε λόγοι παρερρυήκασι πρὸς ὑμᾶς ψευδεῖς, καὶ πολλὰ τὴν πολιτείαν βλάπτοντες, οἷον ἐν τοῖς δικαστηρίοις ὑμῖν ἐστιν ἡ σωτηρία, καὶ δεῖ τῇ ψήφῳ τὴν πολιτείαν ὑμᾶς φυλάττειν. ἐγὼ δʼ οἶδʼ ὅτι ταῦτα μὲν ὑμῖν τὰ δικαστήρια τῶν πρὸς ἀλλήλους δικαίων ἐστὶ κύρια, ἐν δὲ τοῖς ὅπλοις δεῖ κρατεῖν τῶν ἐχθρῶν, καὶ διὰ τούτων ἐστὶν ἡ σωτηρία τῆς πολιτείας.