Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,
  2. τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.
  3. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
  4. Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  5. εἰ μὲν θνητή τʼ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ,
  6. Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,
  7. ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις
  8. Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα·
  9. οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων
  10. ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι
  11. αὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων
  12. τόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα.
  13. βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι,
  14. σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.
  15. ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτη
  16. ἕρπε μεταστρεφθεῖσα κατʼ ὄμματα καλὰ βαλοῦσα
  17. ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι
  18. χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν
  19. ἄρκτων δέρματʼ ἔκειτο βαρυφθόγγων τε λεόντων,
  20. τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.