Hymn 4 to Hermes

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν,
  2. ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη
  3. κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα.
  4. αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν,
  5. προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·
  6. ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν,
  7. ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι.
  8. τάς τοι ἔπειτα δίδωμι· σὺ δʼ ἀτρεκέως ἐρεείνων
  9. σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς,
  10. πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.
  11. ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς
  12. ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.
  13. [[ὡς ἔφατʼ· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι]
  14. [θῆκε τέλος· πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν]]
  15. καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι
  16. καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών,
  17. πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,
  18. οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,
  19. ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.
  20. οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων