Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα·
  2. Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,
  3. ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος
  4. δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
  5. ἀνδράσιν· ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.
  6. ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω·
  7. λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
  8. ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
  9. καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
  10. τῷ ῥʼ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν,
  11. μή, ὁπότʼ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,
  12. νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,
  13. ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,
  14. ἔνθʼ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
  15. κλύσσει· ὃ δʼ ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ,
  16. τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
  17. πουλύποδες δʼ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι
  18. οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.
  19. ἀλλʼ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,
  20. ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν