Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
  2. καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
  3. αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
  4. ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν,
  5. εἰς ὅ κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν.
  6. ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.
  7. ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
  8. ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες·
  9. ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.
  10. ἐκ δʼ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆʼ ἐρύσαντο
  11. ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·
  12. καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης·
  13. πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες
  14. εὔχονθʼ, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν.
  15. δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ
  16. καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
  17. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  18. βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
  19. φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων,
  20. καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο