Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου·
  2. ἀλλʼ ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς.
  3. ὣς ἄρα φωνήσασʼ ἵμασε χθόνα χειρὶ παχείῃ·
  4. κινήθη δʼ ἄρα Γαῖα φερέσβιος· ἣ δὲ ἰδοῦσα
  5. τέρπετο ὃν κατὰ θυμόν· ὀίετο γὰρ τελέεσθαι.
  6. ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν
  7. οὔτε πότʼ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,
  8. οὔτε πότʼ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ
  9. αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς·
  10. ἀλλʼ ἥ γʼ ἐν νηοῖσι πολυλλίστοισι μένουσα
  11. τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
  12. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
  13. ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
  14. ἣ δʼ ἔτεκʼ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,
  15. δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.
  16. αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
  17. δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν· ἣ δʼ ὑπέδεκτο.
  18. ὃς κακὰ πόλλʼ ἔρδεσκεν ἀγακλυτὰ φῦλʼ ἀνθρώπων·
  19. ὃς τῇ γʼ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,
  20. πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων