Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
  2. ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
  3. παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
  4. νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
  5. τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
  6. ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
  7. ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
  8. παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
  9. αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα.
  10. εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
  11. ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.
  12. ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ
  13. τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
  14. Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
  15. ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
  16. εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
  17. ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
  18. γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
  19. ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
  20. σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο