Homer’s Epigrams

Homer

Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.

  1. Αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο,
  2. οἳ πόλιν αἰπεινήν, Κύμην ἐριώπιδα κούρην,
  3. ναίετε, Σαρδήνης πόδα νείατον ὑψικόμοιο,
  4. ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο,
  5. Ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς.
  1. Αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν·
  2. τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη.
  1. Χαλκέη παρθένος εἰμί, Μίδεω δ’ ἐπὶ σήματι κεῖμαι·
  2. ἔστ’ ἂν ὕδωρ τε νάῃ[*](Plato, Diogenes, Contest of Homer: ῥέῃ, pseudo-Herodotus.) καὶ δένδρεα μακρὰ τεθήλῃ,
  3. ἠέλιος τ’ ἀνιὼν λάμπῃ λαμπρά τε σελήνη,
  4. καὶ ποταμοί γε ῥέωσιν ἀνακλύζῃ δὲ θάλασσα,
  5. αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου
  6. ἀγγελέω παριοῦσι, Μίδης ὅτι τῇδε τέθαπται.