Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
  • πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
  • οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
  • νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
  • λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
  • γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  • αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
  • τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
  • καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
  • αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
  • ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
  • κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
  • ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  • ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες
  • ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
  • καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·
  • ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
  • καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
  • ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
  • πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν
  • γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.
  • ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,
  • αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
  • αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
  • δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
  • οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
  • ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
  • οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·
  • οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον
  • ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
  • τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
  • οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
  • ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι
  • λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
  • τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
  • νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
  • αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
  • σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
  • μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
  • οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  • ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  • ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·
  • Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
  • ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
  • οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,
  • ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
  • πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν
  • οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
  • τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
  • ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
  • ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
  • παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
  • νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
  • γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,
  • ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν
  • ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
  • οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην
  • ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
  • οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,
  • ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
  • ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
  • οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
  • οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
  • νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
  • ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
  • ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
  • οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
  • οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
  • ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας
  • ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
  • ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ
  • εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
  • ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,
  • οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
  • ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
  • θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
  • αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
  • κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
  • ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
  • νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·
  • ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
  • οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
  • ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
  • οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
  • εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
  • κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
  • ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
  • ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.
  • ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  • αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
  • αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
  • εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
  • βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
  • νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
  • ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
  • ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
  • ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
  • Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
  • καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
  • ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,