ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντεςδασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροιμήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶΖηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαινῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσααὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.