ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆςπρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆαἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλαπόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρουςἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,