τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλωνὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίηςμακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαιἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτοςὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσεσὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιοεἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃθεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρλωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆςπρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆαἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλαπόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρουςἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιοτυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸνὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσαἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροιμειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆααὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦραμαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπωνὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστοκαὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμηνἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυςὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείωπομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλοςοὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμηνεὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτιεὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαιυἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείραςἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιοτυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαινῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροιἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντεςδασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροιμήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶΖηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαινῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.