ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸνἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάωνχερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,