ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισινΑἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήωνγίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκονγαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντεςδασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέαςἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλαἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππωνἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστηἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροιὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺςλαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψεγαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιντριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶκείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντεςἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειανκαὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισινπόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημενγαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντεςἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρονἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισιλωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρουςσπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστωνἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισινοὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσινοἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηναἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστοςπαίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασινἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕληνἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάνταἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεννῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκασταἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθαςὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶεἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.