οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσονεἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλουςεἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντεςβάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστηνἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοιἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισινἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρουςαὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰμῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισιμακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλαοἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλουςπωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκειἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντιὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρουςαὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστουςβῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιοἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντιΦοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειταοἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσαςἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸνἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτραχεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδειθεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖακωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδονεὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασταιἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιντυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτακαρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρναςσηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·