Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
  • ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
  • ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
  • οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
  • οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
  • ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας
  • ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
  • ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ
  • εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
  • ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,
  • οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
  • ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
  • θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
  • αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
  • κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
  • ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
  • νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·
  • ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
  • οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
  • ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
  • οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
  • εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
  • κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
  • ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
  • ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.
  • ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  • αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
  • αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
  • εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
  • βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
  • νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
  • ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
  • ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
  • ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
  • Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
  • καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
  • ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
  • δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
  • ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·
  • αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν
  • ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,
  • ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  • ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
  • ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους
  • αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
  • οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  • ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  • ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,
  • ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,
  • ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ
  • μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ
  • ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
  • μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
  • ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα
  • οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους
  • πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
  • καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει
  • ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
  • ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.
  • δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
  • αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
  • αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους
  • βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
  • ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,
  • ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,
  • οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ
  • ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
  • Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·
  • χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,
  • δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
  • οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
  • ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν
  • ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,
  • ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.
  • τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,
  • ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
  • χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει
  • θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
  • τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα
  • κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ
  • ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,
  • ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.
  • καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον
  • εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
  • ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
  • ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ
  • ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται
  • ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
  • χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,
  • γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.
  • ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν
  • τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα
  • καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας
  • σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·
  • ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,
  • ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
  • οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
  • ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
  • τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον
  • ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος
  • ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,
  • ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·
  • ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.
  • αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
  • πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,
  • ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.
  • αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
  • ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι
  • ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·
  • τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.