Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ
  2. μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
  3. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
  4. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
  5. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
  6. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
  7. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
  8. αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
  9. ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
  10. οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
  11. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  12. Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
  13. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
  14. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
  15. νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
  16. ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
  17. κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
  18. Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
  19. πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
  20. τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας