Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
  2. κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
  3. Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
  4. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  5. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
  6. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
  7. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
  8. ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
  9. ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
  10. λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
  11. Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
  12. Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
  13. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
  14. βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
  15. ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
  16. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
  17. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
  18. βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
  19. ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
  20. πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
  21. ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
  22. οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
  23. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  24. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  25. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  26. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  27. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
  28. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
  29. ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
  30. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
  31. ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
  32. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  33. δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
  34. οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
  35. οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
  36. ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  37. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
  38. τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
  39. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
  40. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
  41. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
  42. αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
  43. Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
  44. βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
  45. ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
  46. σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
  47. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  48. δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
  49. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
  50. αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
  51. οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
  52. ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
  53. ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
  54. ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
  55. εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
  56. οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
  57. καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
  58. εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
  59. εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
  60. ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
  61. οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
  62. ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
  63. ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
  64. Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
  65. θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
  66. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
  67. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
  68. τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
  69. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  70. οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
  71. ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
  72. ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
  73. χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
  74. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  75. Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  76. Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
  77. ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
  78. εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
  79. τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
  80. αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
  81. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
  82. ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
  83. αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
  84. ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
  85. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
  86. Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
  87. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  88. λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
  89. τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
  90. τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
  91. μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
  92. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
  93. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  94. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  95. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  96. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  97. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
  98. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  99. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
  100. ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
  101. τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
  102. αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
  103. ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
  104. ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
  105. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
  106. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
  107. ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
  108. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  109. τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
  110. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  111. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
  112. μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
  113. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
  114. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,