Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
  • ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
  • ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
  • ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο
  • καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
  • δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.
  • οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
  • ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
  • εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  • ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  • οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.