Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
  2. Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
  3. Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
  4. τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων
  5. νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
  6. Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,
  7. καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
  8. ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
  9. ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
  10. ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο
  11. καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
  12. δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.
  13. οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
  14. ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
  15. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  16. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  17. οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  18. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  19. πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
  20. ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,