Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
  2. νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
  3. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  4. εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  5. Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
  6. Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
  7. ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.