Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
  2. ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
  3. μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
  4. πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
  5. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
  6. μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
  7. πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα
  8. πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
  9. γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
  10. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,
  11. ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
  12. αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
  13. ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
  14. δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
  15. εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
  16. οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
  17. ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.
  18. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  19. Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε
  20. ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,