Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
  2. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
  3. καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.
  4. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
  5. Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
  6. τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
  7. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.
  8. βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
  9. κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
  10. Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  11. πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
  12. σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.
  13. ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
  14. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
  15. εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
  16. ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
  17. τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  18. Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;
  19. εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
  20. σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν