Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
  2. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  3. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  4. οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  5. ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ
  6. ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
  7. αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·
  8. ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ
  9. ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.
  10. δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
  11. ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.
  12. αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
  13. κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
  14. νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας
  15. ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
  16. δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.
  17. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  18. αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα
  19. πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν
  20. ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.