Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
  • οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
  • ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
  • δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
  • οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
  • ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
  • ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
  • τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  • ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
  • ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
  • λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.