Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  2. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
  3. ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
  4. Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
  5. εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  6. τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
  7. ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
  8. στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
  9. ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
  10. οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
  11. ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
  12. δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
  13. οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
  14. ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
  15. ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
  16. τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  17. ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
  18. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
  19. λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
  20. ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,