Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·
  • εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
  • τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
  • τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς
  • αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
  • λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
  • κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
  • ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.
  • οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
  • οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.
  • Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
  • φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
  • ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
  • τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.
  • ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
  • δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
  • ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς
  • γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
  • χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
  • τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι