Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·
  2. αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
  3. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
  4. θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
  5. ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
  6. δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
  7. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
  8. βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
  9. ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,
  10. ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
  11. τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
  12. οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
  13. οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ