Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·
- τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
- πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·
- πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
- σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,
- οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.
- καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,
- κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.