Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,
  2. οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  3. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
  4. ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
  5. νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.
  6. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  7. ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
  8. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.
  9. ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα
  10. δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
  11. ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
  12. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
  13. Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
  14. μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.
  15. οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
  16. μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,
  17. ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
  18. τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
  19. πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·
  20. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.